1.52.2 οἱ δὲ τὰς μὲν ναῦς ἄραντες ἀπὸ τῆς γῆς καὶ παραταξάμενοι μετεώρους ἡσύχαζον , ναυμαχίας οὐ διανοούμενοι ἄρχειν ἑκόντες ὁρῶντες προσγεγενημένας τε ναῦς ἐκ τῶν Ἀθηνῶν ἀκραιφνεῖς καὶ σφίσι πολλὰ τὰ ἄπορα ξυμβεβηκότα , αἰχμαλώτων τε περὶ φυλακῆς οὓς ἐν ταῖς ναυσὶν εἶχον , καὶ ἐπισκευὴν οὐκ οὖσαν τῶν νεῶν ἐν χωρίῳ ἐρήμῳ ·
1.52.3 τοῦ δὲ οἴκαδε πλοῦ μᾶλλον διεσκόπουν ὅπῃ κομισθήσονται , δεδιότες μὴ οἱ Ἀθηναῖοι νομίσαντες λελύσθαι τὰς σπονδάς , διότι ἐς χεῖρας ἦλθον , οὐκ ἐῶσι σφᾶς ἀποπλεῖν .
1.53.1 ἔδοξεν οὖν αὐτοῖς ἄνδρας ἐς κελήτιον ἐσβιβάσαντας ἄνευ κηρυκείου προσπέμψαι τοῖς Ἀθηναίοις καὶ πεῖραν ποιήσασθαι . πέμψαντές τε ἔλεγον τοιάδε .
1.53.2 " ἀδικεῖτε , ἄνδρες Ἀθηναῖοι , πολέμου ἄρχοντες καὶ σπονδὰς λύοντες · ἡμῖν γὰρ πολεμίους τοὺς ἡμετέρους τιμωρουμένοις ἐμποδὼν ἵστασθε ὅπλα ἀνταιρόμενοι . εἰ δ’ ὑμῖν γνώμη ἐστὶ κωλύειν τε ἡμᾶς ἐπὶ Κέρκυραν ἄλλοσε εἴ ποι βουλόμεθα πλεῖν καὶ τὰς σπονδὰς λύετε , ἡμᾶς τούσδε πρώτους λαβόντες χρήσασθε ὡς πολεμίοις . "
1.53.3 οἱ μὲν δὴ τοιαῦτα εἶπον · τῶν δὲ Κερκυραίων τὸ μὲν στρατόπεδον ὅσον ἐπήκουσεν ἀνεβόησεν εὐθὺς λαβεῖν τε αὐτοὺς καὶ ἀποκτεῖναι , οἱ δὲ Ἀθηναῖοι τοιάδε ἀπεκρίναντο .
1.53.4 " οὔτε ἄρχομεν πολέμου , ἄνδρες Πελοποννήσιοι , οὔτε τὰς σπονδὰς λύομεν , Κερκυραίοις δὲ τοῖσδε ξυμμάχοις οὖσι βοηθοὶ ἤλθομεν . εἰ μὲν οὖν ἄλλοσέ ποι βούλεσθε πλεῖν , οὐ κωλύομεν · εἰ δὲ ἐπὶ Κέρκυραν πλευσεῖσθε ἐς τῶν ἐκείνων τι χωρίων , οὐ περιοψόμεθα κατὰ τὸ δυνατόν . "