1.54.1 τοιαῦτα τῶν Ἀθηναίων ἀποκριναμένων οἱ μὲν Κορίνθιοι τόν τε πλοῦν τὸν ἐπ’ οἴκου παρεσκευάζοντο καὶ τροπαῖον ἔστησαν ἐν τοῖς ἐν τῇ ἠπείρῳ Συβότοις · οἱ δὲ Κερκυραῖοι τά τε ναυάγια καὶ νεκροὺς ἀνείλοντο τὰ κατὰ σφᾶς ἐξενεχθέντα ὑπό τε τοῦ ῥοῦ καὶ ἀνέμου , ὃς γενόμενος τῆς νυκτὸς διεσκέδασεν αὐτὰ πανταχῇ , καὶ τροπαῖον ἀντέστησαν ἐν τοῖς ἐν τῇ νήσῳ Συβότοις ὡς νενικηκότες .
1.54.2 γνώμῃ δὲ τοιᾷδε ἑκάτεροι τὴν νίκην προσεποιήσαντο · Κορίνθιοι μὲν κρατήσαντες τῇ ναυμαχίᾳ μέχρι νυκτός , ὥστε καὶ ναυάγια πλεῖστα καὶ νεκροὺς προσκομίσασθαι , καὶ ἄνδρας ἔχοντες αἰχμαλώτους οὐκ ἐλάσσους χιλίων ναῦς τε καταδύσαντες περὶ ἑβδομήκοντα ἔστησαν τροπαῖον · Κερκυραῖοι δὲ τριάκοντα ναῦς μάλιστα διαφθείραντες , καὶ ἐπειδὴ Ἀθηναῖοι ἦλθον , ἀνελόμενοι τὰ κατὰ σφᾶς αὐτοὺς ναυάγια καὶ νεκρούς , καὶ ὅτι αὐτοῖς τῇ τε προτεραίᾳ πρύμναν κρουόμενοι ὑπεχώρησαν οἱ Κορίνθιοι ἰδόντες τὰς Ἀττικὰς ναῦς , καὶ ἐπειδὴ ἦλθον οἱ Ἀθηναῖοι , οὐκ ἀντεπέπλεον ἐκ τῶν Συβότων , διὰ ταῦτα τροπαῖον ἔστησαν .
1.55.1 οὕτω μὲν ἑκάτεροι νικᾶν ἠξίουν · οἱ δὲ Κορίνθιοι ἀποπλέοντες ἐπ’ οἴκου Ἀνακτόριον , ἐστιν ἐπὶ τῷ στόματι τοῦ Ἀμπρακικοῦ κόλπου , εἷλον ἀπάτῃ ( ἦν δὲ κοινὸν Κερκυραίων καὶ ἐκείνων ) καὶ καταστήσαντες ἐν αὐτῷ Κορινθίους οἰκήτορας ἀνεχώρησαν ἐπ’ οἴκου , καὶ τῶν Κερκυραίων ὀκτακοσίους μὲν οἳ ἦσαν δοῦλοι ἀπέδοντο , πεντήκοντα δὲ καὶ διακοσίους δήσαντες ἐφύλασσον καὶ ἐν θεραπείᾳ εἶχον πολλῇ , ὅπως αὐτοῖς τὴν Κέρκυραν ἀναχωρήσαντες προσποιήσειαν · ἐτύγχανον δὲ καὶ δυνάμει αὐτῶν οἱ πλείους πρῶτοι ὄντες τῆς πόλεως .