1.50.5 ἤδη δὲ ἦν ὀψὲ καὶ ἐπεπαιάνιστο αὐτοῖς ὡς ἐς ἐπίπλουν , καὶ οἱ Κορίνθιοι ἐξαπίνης πρύμναν ἐκρούοντο κατιδόντες εἴκοσι ναῦς Ἀθηναίων προσπλεούσας , ἃς ὕστερον τῶν δέκα βοηθοὺς ἐξέπεμψαν οἱ Ἀθηναῖοι , δείσαντες , ὅπερ ἐγένετο , μὴ νικηθῶσιν οἱ Κερκυραῖοι καὶ αἱ σφέτεραι δέκα νῆες ὀλίγαι ἀμύνειν ὦσιν .
1.51.1 ταύτας οὖν προϊδόντες οἱ Κορίνθιοι καὶ ὑποτοπήσαντες ἀπ’ Ἀθηνῶν εἶναι οὐχ ὅσας ἑώρων ἀλλὰ πλείους ὑπανεχώρουν .
1.51.2 τοῖς δὲ Κερκυραίοις ἐπέπλεον γὰρ μᾶλλον ἐκ τοῦ ἀφανοῦς οὐχ ἑωρῶντο , καὶ ἐθαύμαζον τοὺς Κορινθίους πρύμναν κρουομένους , πρίν τινες ἰδόντες εἶπον ὅτι νῆες ἐκεῖναι ἐπιπλέουσιν . τότε δὲ καὶ αὐτοὶ ἀνεχώρουν · ξυνεσκόταζε γὰρ ἤδη , καὶ οἱ Κορίνθιοι ἀποτραπόμενοι τὴν διάλυσιν ἐποιήσαντο .
1.51.3 οὕτω μὲν ἀπαλλαγὴ ἐγένετο ἀλλήλων , καὶ ναυμαχία ἐτελεύτα ἐς νύκτα .
1.51.4 τοῖς δὲ Κερκυραίοις στρατοπεδευομένοις ἐπὶ τῇ Λευκίμμῃ αἱ εἴκοσι νῆες αἱ ἐκ τῶν Ἀθηνῶν αὗται , ὧν ἦρχε Γλαύκων τε Λεάγρου καὶ Ἀνδοκίδης Λεωγόρου , διὰ τῶν νεκρῶν καὶ ναυαγίων προσκομισθεῖσαι κατέπλεον ἐς τὸ στρατόπεδον οὐ πολλῷ ὕστερον ὤφθησαν .
1.51.5 οἱ δὲ Κερκυραῖοι ( ἦν γὰρ νύξ ) ἐφοβήθησαν μὴ πολέμιαι ὦσιν , ἔπειτα δὲ ἔγνωσαν · καὶ ὡρμίσαντο .
1.52.1 τῇ δὲ ὑστεραίᾳ ἀναγαγόμεναι αἵ τε Ἀττικαὶ τριάκοντα νῆες καὶ τῶν Κερκυραίων ὅσαι πλώιμοι ἦσαν ἐπέπλευσαν ἐπὶ τὸν ἐν τοῖς Συβότοις λιμένα , ἐν οἱ Κορίνθιοι ὥρμουν , βουλόμενοι εἰδέναι εἰ ναυμαχήσουσιν .