1.46.5 οἱ μὲν οὖν Κορίνθιοι τῆς ἠπείρου ἐνταῦθα ὁρμίζονταί τε καὶ στρατόπεδον ἐποιήσαντο .
1.47.1 οἱ δὲ Κερκυραῖοι ὡς ᾔσθοντο αὐτοὺς προσπλέοντας , πληρώσαντες δέκα καὶ ἑκατὸν ναῦς , ὧν ἦρχε Μικιάδης καὶ Αἰσιμίδης καὶ Εὐρύβατος , ἐστρατοπεδεύσαντο ἐν μιᾷ τῶν νήσων αἳ καλοῦνται Σύβοτα · καὶ αἱ Ἀττικαὶ δέκα παρῆσαν .
1.47.2 ἐπὶ δὲ τῇ Λευκίμμῃ αὐτοῖς τῷ ἀκρωτηρίῳ πεζὸς ἦν καὶ Ζακυνθίων χίλιοι ὁπλῖται βεβοηθηκότες .
1.47.3 ἦσαν δὲ καὶ τοῖς Κορινθίοις ἐν τῇ ἠπείρῳ πολλοὶ τῶν βαρβάρων παραβεβοηθηκότες · οἱ γὰρ ταύτῃ ἠπειρῶται αἰεί ποτε αὐτοῖς φίλοι εἰσίν .
1.48.1 ἐπειδὴ δὲ παρεσκεύαστο τοῖς Κορινθίοις , λαβόντες τριῶν ἡμερῶν σιτία ἀνήγοντο ὡς ἐπὶ ναυμαχίαν ἀπὸ τοῦ Χειμερίου νυκτός ,
1.48.2 καὶ ἅμα ἕῳ πλέοντες καθορῶσι τὰς τῶν Κερκυραίων ναῦς μετεώρους τε καὶ ἐπὶ σφᾶς πλεούσας .
1.48.3 ὡς δὲ κατεῖδον ἀλλήλους , ἀντιπαρετάσσοντο , ἐπὶ μὲν τὸ δεξιὸν κέρας Κερκυραίων αἱ Ἀττικαὶ νῆες , τὸ δὲ ἄλλο αὐτοὶ ἐπεῖχον τρία τέλη ποιήσαντες τῶν νεῶν , ὧν ἦρχε 〈τῶν〉 τριῶν στρατηγῶν ἑκάστου εἷς .
1.48.4 οὕτω μὲν Κερκυραῖοι ἐτάξαντο , Κορινθίοις δὲ τὸ μὲν δεξιὸν κέρας αἱ Μεγαρίδες νῆες εἶχον καὶ αἱ Ἀμπρακιώτιδες , κατὰ δὲ τὸ μέσον οἱ ἄλλοι ξύμμαχοι ὡς ἕκαστοι · εὐώνυμον δὲ κέρας αὐτοὶ οἱ Κορίνθιοι ταῖς ἄριστα τῶν νεῶν πλεούσαις κατὰ τοὺς Ἀθηναίους καὶ τὸ δεξιὸν τῶν Κερκυραίων εἶχον .
1.49.1 ξυμμείξαντες δέ , ἐπειδὴ τὰ σημεῖα ἑκατέροις ἤρθη , ἐναυμάχουν , πολλοὺς μὲν ὁπλίτας ἔχοντες ἀμφότεροι ἐπὶ τῶν καταστρωμάτων , πολλοὺς δὲ τοξότας τε καὶ ἀκοντιστάς , τῷ παλαιῷ τρόπῳ ἀπειρότερον ἔτι παρεσκευασμένοι .