1.49.2 ἦν τε ναυμαχία καρτερά , τῇ μὲν τέχνῃ οὐχ ὁμοίως , πεζομαχίᾳ δὲ τὸ πλέον προσφερὴς οὖσα .
1.49.3 ἐπειδὴ γὰρ προσβάλοιεν ἀλλήλοις , οὐ ῥᾳδίως ἀπελύοντο ὑπό τε τοῦ πλήθους καὶ ὄχλου τῶν νεῶν , καὶ μᾶλλόν τι πιστεύοντες τοῖς ἐπὶ τοῦ καταστρώματος ὁπλίταις ἐς τὴν νίκην , οἳ καταστάντες ἐμάχοντο ἡσυχαζουσῶν τῶν νεῶν · διέκπλοι δ’ οὐκ ἦσαν , ἀλλὰ θυμῷ καὶ ῥώμῃ τὸ πλέον ἐναυμάχουν ἐπιστήμῃ .
1.49.4 πανταχῇ μὲν οὖν πολὺς θόρυβος καὶ ταραχώδης ἦν ναυμαχία , ἐν αἱ Ἀττικαὶ νῆες παραγιγνόμεναι τοῖς Κερκυραίοις , εἴ πῃ πιέζοιντο , φόβον μὲν παρεῖχον τοῖς ἐναντίοις , μάχης δὲ οὐκ ἦρχον δεδιότες οἱ στρατηγοὶ τὴν πρόρρησιν τῶν Ἀθηναίων .
1.49.5 μάλιστα δὲ τὸ δεξιὸν κέρας τῶν Κορινθίων ἐπόνει · οἱ γὰρ Κερκυραῖοι εἴκοσι ναυσὶν αὐτοὺς τρεψάμενοι καὶ καταδιώξαντες σποράδας ἐς τὴν ἤπειρον καὶ μέχρι τοῦ στρατοπέδου πλεύσαντες αὐτῶν καὶ ἐπεκβάντες ἐνέπρησάν τε τὰς σκηνὰς ἐρήμους καὶ τὰ χρήματα διήρπασαν .
1.49.6 ταύτῃ μὲν οὖν οἱ Κορίνθιοι καὶ οἱ ξύμμαχοι ἡσσῶντό [ τε ] καὶ οἱ Κερκυραῖοι ἐπεκράτουν · δὲ αὐτοὶ ἦσαν οἱ Κορίνθιοι , ἐπὶ τῷ εὐωνύμῳ , πολὺ ἐνίκων , τοῖς Κερκυραίοις τῶν εἴκοσι νεῶν ἀπὸ ἐλάσσονος πλήθους ἐκ τῆς διώξεως οὐ παρουσῶν .