1.44.3 ἅμα δὲ τῆς τε Ἰταλίας καὶ Σικελίας καλῶς ἐφαίνετο αὐτοῖς νῆσος ἐν παράπλῳ κεῖσθαι .
1.45.1 τοιαύτῃ μὲν γνώμῃ οἱ Ἀθηναῖοι τοὺς Κερκυραίους προσεδέξαντο , καὶ τῶν Κορινθίων ἀπελθόντων οὐ πολὺ ὕστερον δέκα ναῦς αὐτοῖς ἀπέστειλαν βοηθούς ·
1.45.2 ἐστρατήγει δὲ αὐτῶν Λακεδαιμόνιός τε Κίμωνος καὶ Διότιμος Στρομβίχου καὶ Πρωτέας Ἐπικλέους .
1.45.3 προεῖπον δὲ αὐτοῖς μὴ ναυμαχεῖν Κορινθίοις , ἢν μὴ ἐπὶ Κέρκυραν πλέωσι καὶ μέλλωσιν ἀποβαίνειν ἐς τῶν ἐκείνων τι χωρίων · οὕτω δὲ κωλύειν κατὰ δύναμιν . προεῖπον δὲ ταῦτα τοῦ μὴ λύειν ἕνεκα τὰς σπονδάς .
1.46.1 αἱ μὲν δὴ νῆες ἀφικνοῦνται ἐς τὴν Κέρκυραν , οἱ δὲ Κορίνθιοι , ἐπειδὴ αὐτοῖς παρεσκεύαστο , ἔπλεον ἐπὶ τὴν Κέρκυραν ναυσὶ πεντήκοντα καὶ ἑκατόν . ἦσαν δὲ Ἠλείων μὲν δέκα , Μεγαρέων δὲ δώδεκα καὶ Λευκαδίων δέκα , Ἀμπρακιωτῶν δὲ ἑπτὰ καὶ εἴκοσι καὶ Ἀνακτορίων μία , αὐτῶν δὲ Κορινθίων ἐνενήκοντα ·
1.46.2 στρατηγοὶ δὲ τούτων ἦσαν μὲν καὶ κατὰ πόλεις ἑκάστων , Κορινθίων δὲ Ξενοκλείδης Εὐθυκλέους πέμπτος αὐτός .
1.46.3 ἐπειδὴ δὲ προσέμειξαν τῇ κατὰ Κέρκυραν ἠπείρῳ ἀπὸ Λευκάδος πλέοντες , ὁρμίζονται ἐς Χειμέριον τῆς Θεσπρωτίδος γῆς .
1.46.4 ἔστι δὲ λιμήν , καὶ πόλις ὑπὲρ αὐτοῦ κεῖται ἀπὸ θαλάσσης ἐν τῇ Ἐλαιάτιδι τῆς Θεσπρωτίδος Ἐφύρη . ἐξίησι δὲ παρ’ αὐτὴν Ἀχερουσία λίμνη ἐς θάλασσαν · διὰ δὲ τῆς Θεσπρωτίδος Ἀχέρων ποταμὸς ῥέων ἐσβάλλει ἐς αὐτήν , ἀφ’ οὗ καὶ τὴν ἐπωνυμίαν ἔχει . ῥεῖ δὲ καὶ Θύαμις ποταμός , ὁρίζων τὴν Θεσπρωτίδα καὶ Κεστρίνην , ὧν ἐντὸς ἄκρα ἀνέχει τὸ Χειμέριον .