1.42.4 μηδ’ ὅτι ναυτικοῦ ξυμμαχίαν μεγάλην διδόασι , τούτῳ ἐφέλκεσθαι · τὸ γὰρ μὴ ἀδικεῖν τοὺς ὁμοίους ἐχυρωτέρα δύναμις τῷ αὐτίκα φανερῷ ἐπαρθέντας διὰ κινδύνων τὸ πλέον ἔχειν .
1.43.1 ἡμεῖς δὲ περιπεπτωκότες οἷς ἐν τῇ Λακεδαίμονι αὐτοὶ προείπομεν , τοὺς σφετέρους ξυμμάχους αὐτόν τινα κολάζειν , νῦν παρ’ ὑμῶν τὸ αὐτὸ ἀξιοῦμεν κομίζεσθαι , καὶ μὴ τῇ ἡμετέρᾳ ψήφῳ ὠφεληθέντας τῇ ὑμετέρᾳ ἡμᾶς βλάψαι .
1.43.2 τὸ δὲ ἴσον ἀνταπόδοτε , γνόντες τοῦτον ἐκεῖνον εἶναι τὸν καιρὸν ἐν τε ὑπουργῶν φίλος μάλιστα καὶ ἀντιστὰς ἐχθρός .
1.43.3 καὶ Κερκυραίους τούσδε μήτε ξυμμάχους δέχεσθε βίᾳ ἡμῶν μήτε ἀμύνετε αὐτοῖς ἀδικοῦσιν .
1.43.4 καὶ τάδε ποιοῦντες τὰ προσήκοντά τε δράσετε καὶ τὰ ἄριστα βουλεύσεσθε ὑμῖν αὐτοῖς . "
1.44.1 τοιαῦτα δὲ καὶ οἱ Κορίνθιοι εἶπον . Ἀθηναῖοι δὲ ἀκούσαντες ἀμφοτέρων , γενομένης καὶ δὶς ἐκκλησίας , τῇ μὲν προτέρᾳ οὐχ ἧσσον τῶν Κορινθίων ἀπεδέξαντο τοὺς λόγους , ἐν δὲ τῇ ὑστεραίᾳ μετέγνωσαν Κερκυραίοις ξυμμαχίαν μὲν μὴ ποιήσασθαι ὥστε τοὺς αὐτοὺς ἐχθροὺς καὶ φίλους νομίζειν ( εἰ γὰρ ἐπὶ Κόρινθον ἐκέλευον σφίσιν οἱ Κερκυραῖοι ξυμπλεῖν , ἐλύοντ’ ἂν αὐτοῖς αἱ πρὸς Πελοποννησίους σπονδαί ) , ἐπιμαχίαν δ’ ἐποιήσαντο τῇ ἀλλήλων βοηθεῖν , ἐάν τις ἐπὶ Κέρκυραν ἴῃ Ἀθήνας τοὺς τούτων ξυμμάχους .
1.44.2 ἐδόκει γὰρ πρὸς Πελοποννησίους πόλεμος καὶ ὣς ἔσεσθαι αὐτοῖς , καὶ τὴν Κέρκυραν ἐβούλοντο μὴ προέσθαι τοῖς Κορινθίοις ναυτικὸν ἔχουσαν τοσοῦτον , ξυγκρούειν δὲ ὅτι μάλιστα αὐτοὺς ἀλλήλοις , ἵνα ἀσθενεστέροις οὖσιν , ἤν τι δέῃ , Κορινθίοις τε καὶ τοῖς ἄλλοις ναυτικὸν ἔχουσιν ἐς πόλεμον καθιστῶνται .