1.41.1 " δικαιώματα μὲν οὖν τάδε πρὸς ὑμᾶς ἔχομεν ἱκανὰ κατὰ τοὺς Ἑλλήνων νόμους , παραίνεσιν δὲ καὶ ἀξίωσιν χάριτος τοιάνδε , ἣν οὐκ ἐχθροὶ ὄντες ὥστε βλάπτειν οὐδ’ αὖ φίλοι ὥστ’ ἐπιχρῆσθαι , ἀντιδοθῆναι ἡμῖν ἐν τῷ παρόντι φαμὲν χρῆναι .
1.41.2 νεῶν γὰρ μακρῶν σπανίσαντές ποτε πρὸς τὸν Αἰγινητῶν ὑπὲρ τὰ Μηδικὰ πόλεμον παρὰ Κορινθίων εἴκοσι ναῦς ἐλάβετε · καὶ εὐεργεσία αὕτη τε καὶ ἐς Σαμίους , τὸ δι’ ἡμᾶς Πελοποννησίους αὐτοῖς μὴ βοηθῆσαι , παρέσχεν ὑμῖν Αἰγινητῶν μὲν ἐπικράτησιν , Σαμίων δὲ κόλασιν , καὶ ἐν καιροῖς τοιούτοις ἐγένετο οἷς μάλιστα ἄνθρωποι ἐπ’ ἐχθροὺς τοὺς σφετέρους ἰόντες τῶν ἁπάντων ἀπερίοπτοί εἰσι παρὰ τὸ νικᾶν ·
1.41.3 φίλον τε γὰρ ἡγοῦνται τὸν ὑπουργοῦντα , ἢν καὶ πρότερον ἐχθρὸς , πολέμιόν τε τὸν ἀντιστάντα , ἢν καὶ τύχῃ φίλος ὤν , ἐπεὶ καὶ τὰ οἰκεῖα χεῖρον τίθενται φιλονικίας ἕνεκα τῆς αὐτίκα .
1.42.1 " ὧν ἐνθυμηθέντες καὶ νεώτερός τις παρὰ πρεσβυτέρου αὐτὰ μαθὼν ἀξιούτω τοῖς ὁμοίοις ἡμᾶς ἀμύνεσθαι , καὶ μὴ νομίσῃ δίκαια μὲν τάδε λέγεσθαι , ξύμφορα δέ , εἰ πολεμήσει , ἄλλα εἶναι .
1.42.2 τό τε γὰρ ξυμφέρον ἐν ἄν τις ἐλάχιστα ἁμαρτάνῃ μάλιστα ἕπεται , καὶ τὸ μέλλον τοῦ πολέμου φοβοῦντες ὑμᾶς Κερκυραῖοι κελεύουσιν ἀδικεῖν ἐν ἀφανεῖ ἔτι κεῖται , καὶ οὐκ ἄξιον ἐπαρθέντας αὐτῷ φανερὰν ἔχθραν ἤδη καὶ οὐ μέλλουσαν πρὸς Κορινθίους κτήσασθαι , τῆς δὲ ὑπαρχούσης πρότερον διὰ Μεγαρέας ὑποψίας σῶφρον ὑφελεῖν μᾶλλον ( γὰρ τελευταία χάρις καιρὸν ἔχουσα ,
1.42.3 κἂν ἐλάσσων , δύναται μεῖζον ἔγκλημα λῦσαι ) ,