1.40.1 " ὡς μὲν οὖν αὐτοί τε μετὰ προσηκόντων ἐγκλημάτων ἐρχόμεθα καὶ οἵδε βίαιοι καὶ πλεονέκται εἰσὶ δεδήλωται · ὡς δὲ οὐκ ἂν δικαίως αὐτοὺς δέχοισθε μαθεῖν χρή .
1.40.2 εἰ γὰρ εἴρηται ἐν ταῖς σπονδαῖς ἐξεῖναι παρ’ ὁποτέρους τις βούλεται τῶν ἀγράφων πόλεων ἐλθεῖν , οὐ τοῖς ἐπὶ βλάβῃ ἑτέρων ἰοῦσιν ξυνθήκη ἐστίν , ἀλλ’ ὅστις μὴ ἄλλου ἑαυτὸν ἀποστερῶν ἀσφαλείας δεῖται καὶ ὅστις μὴ τοῖς δεξαμένοις , εἰ σωφρονοῦσι , πόλεμον ἀντ’ εἰρήνης ποιήσει · νῦν ὑμεῖς μὴ πειθόμενοι ἡμῖν πάθοιτε ἄν .
1.40.3 οὐ γὰρ τοῖσδε μόνον ἐπίκουροι ἂν γένοισθε , ἀλλὰ καὶ ἡμῖν ἀντὶ ἐνσπόνδων πολέμιοι · ἀνάγκη γάρ , εἰ ἴτε μετ’ αὐτῶν , καὶ ἀμύνεσθαι μὴ ἄνευ ὑμῶν τούτους .
1.40.4 καίτοι δίκαιοί γ’ ἐστὲ μάλιστα μὲν ἐκποδὼν στῆναι ἀμφοτέροις , εἰ δὲ μή , τοὐναντίον ἐπὶ τούτους μεθ’ ἡμῶν ἰέναι ( Κορινθίοις μέν γε ἔνσπονδοί ἐστε , Κερκυραίοις δὲ οὐδὲ δι’ ἀνοκωχῆς πώποτ’ ἐγένεσθε ) , καὶ τὸν νόμον μὴ καθιστάναι ὥστε τοὺς ἑτέρων ἀφισταμένους δέχεσθαι .
1.40.5 οὐδὲ γὰρ ἡμεῖς Σαμίων ἀποστάντων ψῆφον προσεθέμεθα ἐναντίαν ὑμῖν , τῶν ἄλλων Πελοποννησίων δίχα ἐψηφισμένων εἰ χρὴ αὐτοῖς ἀμύνειν , φανερῶς δὲ ἀντείπομεν τοὺς προσήκοντας ξυμμάχους αὐτόν τινα κολάζειν .
1.40.6 εἰ γὰρ τοὺς κακόν τι δρῶντας δεχόμενοι τιμωρήσετε , φανεῖται καὶ τῶν ὑμετέρων οὐκ ἐλάσσω ἡμῖν πρόσεισι , καὶ τὸν νόμον ἐφ’ ὑμῖν αὐτοῖς μᾶλλον ἐφ’ ἡμῖν θήσετε .