1.38.3 αἱ γοῦν ἄλλαι ἀποικίαι τιμῶσιν ἡμᾶς , καὶ μάλιστα ὑπὸ ἀποίκων στεργόμεθα ·
1.38.4 καὶ δῆλον ὅτι , εἰ τοῖς πλέοσιν ἀρέσκοντές ἐσμεν , τοῖσδ’ ἂν μόνοις οὐκ ὀρθῶς ἀπαρέσκοιμεν , οὐδ’ ἐπιστρατεύομεν ἐκπρεπῶς μὴ καὶ διαφερόντως τι ἀδικούμενοι .
1.38.5 καλὸν δ’ ἦν , εἰ καὶ ἡμαρτάνομεν , τοῖσδε μὲν εἶξαι τῇ ἡμετέρᾳ ὀργῇ , ἡμῖν δὲ αἰσχρὸν βιάσασθαι τὴν τούτων μετριότητα ·
1.38.6 ὕβρει δὲ καὶ ἐξουσίᾳ πλούτου πολλὰ ἐς ἡμᾶς ἄλλα τε ἡμαρτήκασι καὶ Ἐπίδαμνον ἡμετέραν οὖσαν κακουμένην μὲν οὐ προσεποιοῦντο , ἐλθόντων δὲ ἡμῶν ἐπὶ τιμωρίᾳ ἑλόντες βίᾳ ἔχουσιν .
1.39.1 " καὶ φασὶ δὴ δίκῃ πρότερον ἐθελῆσαι κρίνεσθαι , ἥν γε οὐ τὸν προύχοντα καὶ ἐκ τοῦ ἀσφαλοῦς προκαλούμενον λέγειν τι δοκεῖν δεῖ , ἀλλὰ τὸν ἐς ἴσον τά τε ἔργα ὁμοίως καὶ τοὺς λόγους πρὶν διαγωνίζεσθαι καθιστάντα .
1.39.2 οὗτοι δὲ οὐ πρὶν πολιορκεῖν τὸ χωρίον , ἀλλ’ ἐπειδὴ ἡγήσαντο ἡμᾶς οὐ περιόψεσθαι , τότε καὶ τὸ εὐπρεπὲς τῆς δίκης παρέσχοντο . καὶ δεῦρο ἥκουσιν οὐ τἀκεῖ μόνον αὐτοὶ ἁμαρτόντες , ἀλλὰ καὶ ὑμᾶς νῦν ἀξιοῦντες οὐ ξυμμαχεῖν , ἀλλὰ ξυναδικεῖν καὶ διαφόρους ὄντας ἡμῖν δέχεσθαι σφᾶς ·
1.39.3 οὓς χρῆν , ὅτε ἀσφαλέστατοι ἦσαν , τότε προσιέναι , καὶ μὴ ἐν ἡμεῖς μὲν ἠδικήμεθα , οὗτοι δὲ κινδυνεύουσι , μηδ’ ἐν ὑμεῖς τῆς τε δυνάμεως αὐτῶν τότε οὐ μεταλαβόντες τῆς ὠφελίας νῦν μεταδώσετε καὶ τῶν ἁμαρτημάτων ἀπογενόμενοι τῆς ἀφ’ ἡμῶν αἰτίας τὸ ἴσον ἕξετε , πάλαι δὲ κοινώσαντας τὴν δύναμιν κοινὰ καὶ τὰ ἀποβαίνοντα ἔχειν .