1.35.3 καὶ δεινὸν εἰ τοῖσδε μὲν ἀπό τε τῶν ἐνσπόνδων ἔσται πληροῦν τὰς ναῦς καὶ προσέτι καὶ ἐκ τῆς ἄλλης Ἑλλάδος καὶ οὐχ ἥκιστα ἀπὸ τῶν ὑμετέρων ὑπηκόων , ἡμᾶς δὲ ἀπὸ τῆς προκειμένης τε ξυμμαχίας εἴρξουσι καὶ ἀπὸ τῆς ἄλλοθέν ποθεν ὠφελίας , εἶτα ἐν ἀδικήματι θήσονται πεισθέντων ὑμῶν δεόμεθα .
1.35.4 πολὺ δὲ ἐν πλέονι αἰτίᾳ ἡμεῖς μὴ πείσαντες ὑμᾶς ἕξομεν · ἡμᾶς μὲν γὰρ κινδυνεύοντας καὶ οὐκ ἐχθροὺς ὄντας ἀπώσεσθε , τῶνδε δὲ οὐχ ὅπως κωλυταὶ ἐχθρῶν ὄντων καὶ ἐπιόντων γενήσεσθε , ἀλλὰ καὶ ἀπὸ τῆς ὑμετέρας ἀρχῆς δύναμιν προσλαβεῖν περιόψεσθε · ἣν οὐ δίκαιον , ἀλλ’ κἀκείνων κωλύειν τοὺς ἐκ τῆς ὑμετέρας μισθοφόρους καὶ ἡμῖν πέμπειν καθ’ ὅτι ἂν πεισθῆτε ὠφελίαν , μάλιστα δὲ ἀπὸ τοῦ προφανοῦς δεξαμένους βοηθεῖν .
1.35.5 πολλὰ δέ , ὥσπερ ἐν ἀρχῇ ὑπείπομεν , τὰ ξυμφέροντα ἀποδείκνυμεν , καὶ μέγιστον ὅτι οἵ τε αὐτοὶ πολέμιοι ἡμῖν ἦσαν , ὅπερ σαφεστάτη πίστις , καὶ οὗτοι οὐκ ἀσθενεῖς , ἀλλ’ ἱκανοὶ τοὺς μεταστάντας βλάψαι · καὶ ναυτικῆς καὶ οὐκ ἠπειρώτιδος τῆς ξυμμαχίας διδομένης οὐχ ὁμοία ἀλλοτρίωσις , ἀλλὰ μάλιστα μέν , εἰ δύνασθε , μηδένα ἄλλον ἐᾶν κεκτῆσθαι ναῦς , εἰ δὲ μή , ὅστις ἐχυρώτατος , τοῦτον φίλον ἔχειν .