1.36.1 " καὶ ὅτῳ τάδε ξυμφέροντα μὲν δοκεῖ λέγεσθαι , φοβεῖται δὲ μὴ δι’ αὐτὰ πειθόμενος τὰς σπονδὰς λύσῃ , γνώτω τὸ μὲν δεδιὸς αὐτοῦ ἰσχὺν ἔχον τοὺς ἐναντίους μᾶλλον φοβῆσον , τὸ δὲ θαρσοῦν μὴ δεξαμένου ἀσθενὲς ὂν πρὸς ἰσχύοντας τοὺς ἐχθροὺς ἀδεέστερον ἐσόμενον , καὶ ἅμα οὐ περὶ τῆς Κερκύρας νῦν τὸ πλέον καὶ τῶν Ἀθηνῶν βουλευόμενος , καὶ οὐ τὰ κράτιστα αὐταῖς προνοῶν , ὅταν ἐς τὸν μέλλοντα καὶ ὅσον οὐ παρόντα πόλεμον τὸ αὐτίκα περισκοπῶν ἐνδοιάζῃ χωρίον προσλαβεῖν μετὰ μεγίστων καιρῶν οἰκειοῦταί τε καὶ πολεμοῦται .
1.36.2 τῆς τε γὰρ Ἰταλίας καὶ Σικελίας καλῶς παράπλου κεῖται , ὥστε μήτε ἐκεῖθεν ναυτικὸν ἐᾶσαι Πελοποννησίοις ἐπελθεῖν τό τε ἐνθένδε πρὸς τἀκεῖ παραπέμψαι , καὶ ἐς τἆλλα ξυμφορώτατόν ἐστιν .
1.36.3 βραχυτάτῳ δ’ ἂν κεφαλαίῳ , τοῖς τε ξύμπασι καὶ καθ’ ἕκαστον , τῷδ’ ἂν μὴ προέσθαι ἡμᾶς μάθοιτε · τρία μὲν ὄντα λόγου ἄξια τοῖς Ἕλλησι ναυτικά , τὸ παρ’ ὑμῖν καὶ τὸ ἡμέτερον καὶ τὸ Κορινθίων · τούτων δὲ εἰ περιόψεσθε τὰ δύο ἐς ταὐτὸν ἐλθεῖν καὶ Κορίνθιοι ἡμᾶς προκαταλήψονται , Κερκυραίοις τε καὶ Πελοποννησίοις ἅμα ναυμαχήσετε , δεξάμενοι δὲ ἡμᾶς ἕξετε πρὸς αὐτοὺς πλείοσι ναυσὶ ταῖς ἡμετέραις ἀγωνίζεσθαι . "
1.36.4 τοιαῦτα μὲν οἱ Κερκυραῖοι εἶπον · οἱ δὲ Κορίνθιοι μετ’ αὐτοὺς τοιάδε .