1.33.3 τὸν δὲ πόλεμον , δι’ ὅνπερ χρήσιμοι ἂν εἶμεν , εἴ τις ὑμῶν μὴ οἴεται ἔσεσθαι , γνώμης ἁμαρτάνει καὶ οὐκ αἰσθάνεται τοὺς Λακεδαιμονίους φόβῳ τῷ ὑμετέρῳ πολεμησείοντας καὶ τοὺς Κορινθίους δυναμένους παρ’ αὐτοῖς καὶ ὑμῖν ἐχθροὺς ὄντας καὶ προκαταλαμβάνοντας ἡμᾶς νῦν ἐς τὴν ὑμετέραν ἐπιχείρησιν , ἵνα μὴ τῷ κοινῷ ἔχθει κατ’ αὐτοὺς μετ’ ἀλλήλων στῶμεν μηδὲ δυοῖν φθάσαι ἁμάρτωσιν , κακῶσαι ἡμᾶς σφᾶς αὐτοὺς βεβαιώσασθαι .
1.33.4 ἡμέτερον δέ γ’ αὖ ἔργον προτερῆσαι , τῶν μὲν διδόντων , ὑμῶν δὲ δεξαμένων τὴν ξυμμαχίαν , καὶ προεπιβουλεύειν αὐτοῖς μᾶλλον ἀντεπιβουλεύειν .
1.34.1 " ἢν δὲ λέγωσιν ὡς οὐ δίκαιον τοὺς σφετέρους ἀποίκους ὑμᾶς δέχεσθαι , μαθόντων ὡς πᾶσα ἀποικία εὖ μὲν πάσχουσα τιμᾷ τὴν μητρόπολιν , ἀδικουμένη δὲ ἀλλοτριοῦται · οὐ γὰρ ἐπὶ τῷ δοῦλοι , ἀλλ’ ἐπὶ τῷ ὁμοῖοι τοῖς λειπομένοις εἶναι ἐκπέμπονται .
1.34.2 ὡς δὲ ἠδίκουν σαφές ἐστιν · προκληθέντες γὰρ περὶ Ἐπιδάμνου ἐς κρίσιν πολέμῳ μᾶλλον τῷ ἴσῳ ἐβουλήθησαν τὰ ἐγκλήματα μετελθεῖν .
1.34.3 καὶ ὑμῖν ἔστω τι τεκμήριον πρὸς ἡμᾶς τοὺς ξυγγενεῖς δρῶσιν , ὥστε ἀπάτῃ τε μὴ παράγεσθαι ὑπ’ αὐτῶν δεομένοις τε ἐκ τοῦ εὐθέος μὴ ὑπουργεῖν · γὰρ ἐλαχίστας τὰς μεταμελείας ἐκ τοῦ χαρίζεσθαι τοῖς ἐναντίοις λαμβάνων ἀσφαλέστατος ἂν διατελοίη .
1.35.1 λύσετε δὲ οὐδὲ τὰς Λακεδαιμονίων σπονδὰς δεχόμενοι ἡμᾶς μηδετέρων ὄντας ξυμμάχους ·
1.35.2 εἴρηται γὰρ ἐν αὐταῖς , τῶν Ἑλληνίδων πόλεων ἥτις μηδαμοῦ ξυμμαχεῖ , ἐξεῖναι παρ’ ὁποτέρους ἂν ἀρέσκηται ἐλθεῖν .