1.32.5 τὴν μὲν οὖν γενομένην ναυμαχίαν αὐτοὶ κατὰ μόνας ἀπεωσάμεθα Κορινθίους · ἐπειδὴ δὲ μείζονι παρασκευῇ ἀπὸ Πελοποννήσου καὶ τῆς ἄλλης Ἑλλάδος ἐφ’ ἡμᾶς ὥρμηνται καὶ ἡμεῖς ἀδύνατοι ὁρῶμεν ὄντες τῇ οἰκείᾳ μόνον δυνάμει περιγενέσθαι , καὶ ἅμα μέγας κίνδυνος εἰ ἐσόμεθα ὑπ’ αὐτοῖς , ἀνάγκη καὶ ὑμῶν καὶ ἄλλου παντὸς ἐπικουρίας δεῖσθαι , καὶ ξυγγνώμη εἰ μὴ μετὰ κακίας , δόξης δὲ μᾶλλον ἁμαρτίᾳ τῇ πρότερον ἀπραγμοσύνῃ ἐναντία τολμῶμεν .
1.33.1 " γενήσεται δὲ ὑμῖν πειθομένοις καλὴ ξυντυχία κατὰ πολλὰ τῆς ἡμετέρας χρείας , πρῶτον μὲν ὅτι ἀδικουμένοις καὶ οὐχ ἑτέρους βλάπτουσι τὴν ἐπικουρίαν ποιήσεσθε , ἔπειτα περὶ τῶν μεγίστων κινδυνεύοντας δεξάμενοι ὡς ἂν μάλιστα μετ’ αἰειμνήστου μαρτυρίου τὴν χάριν καταθήσεσθε · ναυτικόν τε κεκτήμεθα πλὴν τοῦ παρ’ ὑμῖν πλεῖστον .
1.33.2 καὶ σκέψασθε · τίς εὐπραξία σπανιωτέρα τίς τοῖς πολεμίοις λυπηροτέρα , εἰ ἣν ὑμεῖς ἂν πρὸ πολλῶν χρημάτων καὶ χάριτος ἐτιμήσασθε δύναμιν ὑμῖν προσγενέσθαι , αὕτη πάρεστιν αὐτεπάγγελτος ἄνευ κινδύνων καὶ δαπάνης διδοῦσα ἑαυτήν , καὶ προσέτι φέρουσα ἐς μὲν τοὺς πολλοὺς ἀρετήν , οἷς δὲ ἐπαμυνεῖτε χάριν , ὑμῖν δ’ αὐτοῖς ἰσχύν · ἐν τῷ παντὶ χρόνῳ ὀλίγοις δὴ ἅμα πάντα ξυνέβη , καὶ ὀλίγοι ξυμμαχίας δεόμενοι οἷς ἐπικαλοῦνται ἀσφάλειαν καὶ κόσμον οὐχ ἧσσον διδόντες ληψόμενοι παραγίγνονται .