1.31.3 οἱ δὲ Κορίνθιοι πυθόμενοι ταῦτα ἦλθον καὶ αὐτοὶ ἐς τὰς Ἀθήνας πρεσβευσόμενοι , ὅπως μὴ σφίσι πρὸς τῷ Κερκυραίων ναυτικῷ καὶ τὸ αὐτῶν προσγενόμενον ἐμπόδιον γένηται θέσθαι τὸν πόλεμον βούλονται .
1.31.4 καταστάσης δὲ ἐκκλησίας ἐς ἀντιλογίαν ἦλθον , καὶ οἱ μὲν Κερκυραῖοι ἔλεξαν τοιάδε .
1.32.1 " Δίκαιον , Ἀθηναῖοι , τοὺς μήτε εὐεργεσίας μεγάλης μήτε ξυμμαχίας προυφειλομένης ἥκοντας παρὰ τοὺς πέλας ἐπικουρίας , ὥσπερ καὶ ἡμεῖς νῦν , δεησομένους ἀναδιδάξαι πρῶτον , μάλιστα μὲν ὡς καὶ ξύμφορα δέονται , εἰ δὲ μή , ὅτι γε οὐκ ἐπιζήμια , ἔπειτα δὲ ὡς καὶ τὴν χάριν βέβαιον ἕξουσιν · εἰ δὲ τούτων μηδὲν σαφὲς καταστήσουσι , μὴ ὀργίζεσθαι ἢν ἀτυχῶσιν .
1.32.2 Κερκυραῖοι δὲ μετὰ τῆς ξυμμαχίας τῆς αἰτήσεως καὶ ταῦτα πιστεύοντες ἐχυρὰ ὑμῖν παρέξεσθαι ἀπέστειλαν ἡμᾶς .
1.32.3 τετύχηκε δὲ τὸ αὐτὸ ἐπιτήδευμα πρός τε ὑμᾶς ἐς τὴν χρείαν ἡμῖν ἄλογον καὶ ἐς τὰ ἡμέτερα αὐτῶν ἐν τῷ παρόντι ἀξύμφορον .
1.32.4 ξύμμαχοί τε γὰρ οὐδενός πω ἐν τῷ πρὸ τοῦ χρόνῳ ἑκούσιοι γενόμενοι νῦν ἄλλων τοῦτο δεησόμενοι ἥκομεν , καὶ ἅμα ἐς τὸν παρόντα πόλεμον Κορινθίων ἐρῆμοι δι’ αὐτὸ καθέσταμεν . καὶ περιέστηκεν δοκοῦσα ἡμῶν πρότερον σωφροσύνη , τὸ μὴ ἐν ἀλλοτρίᾳ ξυμμαχίᾳ τῇ τοῦ πέλας γνώμῃ ξυγκινδυνεύειν , νῦν ἀβουλία καὶ ἀσθένεια φαινομένη .