1.27.2 ἐδεήθησαν δὲ καὶ τῶν Μεγαρέων ναυσὶ σφᾶς ξυμπροπέμψαι , εἰ ἄρα κωλύοιντο ὑπὸ Κερκυραίων πλεῖν · οἱ δὲ παρεσκευάζοντο αὐτοῖς ὀκτὼ ναυσὶ ξυμπλεῖν , καὶ Παλῆς Κεφαλλήνων τέσσαρσιν . καὶ Ἐπιδαυρίων ἐδεήθησαν , οἳ παρέσχον πέντε , Ἑρμιονῆς δὲ μίαν καὶ Τροιζήνιοι δύο , Λευκάδιοι δὲ δέκα καὶ Ἀμπρακιῶται ὀκτώ . Θηβαίους δὲ χρήματα ᾔτησαν καὶ Φλειασίους , Ἠλείους δὲ ναῦς τε κενὰς καὶ χρήματα . αὐτῶν δὲ Κορινθίων νῆες παρεσκευάζοντο τριάκοντα καὶ τρισχίλιοι ὁπλῖται .
1.28.1 ἐπειδὴ δὲ ἐπύθοντο οἱ Κερκυραῖοι τὴν παρασκευήν , ἐλθόντες ἐς Κόρινθον μετὰ Λακεδαιμονίων καὶ Σικυωνίων πρέσβεων , οὓς παρέλαβον , ἐκέλευον Κορινθίους τοὺς ἐν Ἐπιδάμνῳ φρουρούς τε καὶ οἰκήτορας ἀπάγειν , ὡς οὐ μετὸν αὐτοῖς Ἐπιδάμνου .
1.28.2 εἰ δέ τι ἀντιποιοῦνται , δίκας ἤθελον δοῦναι ἐν Πελοποννήσῳ παρὰ πόλεσιν αἷς ἂν ἀμφότεροι ξυμβῶσιν · ὁποτέρων δ’ ἂν δικασθῇ εἶναι τὴν ἀποικίαν , τούτους κρατεῖν . ἤθελον δὲ καὶ τῷ ἐν Δελφοῖς μαντείῳ ἐπιτρέψαι .
1.28.3 πόλεμον δὲ οὐκ εἴων ποιεῖν · εἰ δὲ μή , καὶ αὐτοὶ ἀναγκασθήσεσθαι ἔφασαν , ἐκείνων βιαζομένων , φίλους ποιεῖσθαι οὓς οὐ βούλονται ἑτέρους τῶν νῦν ὄντων μᾶλλον ὠφελίας ἕνεκα .
1.28.4 οἱ δὲ Κορίνθιοι ἀπεκρίναντο αὐτοῖς , ἢν τάς τε ναῦς καὶ τοὺς βαρβάρους ἀπὸ Ἐπιδάμνου ἀπαγάγωσι , βουλεύσεσθαι · πρότερον δ’ οὐ καλῶς ἔχειν τοὺς μὲν πολιορκεῖσθαι , αὐτοὺς δὲ δικάζεσθαι .
1.28.5 Κερκυραῖοι δὲ ἀντέλεγον , ἢν καὶ ἐκεῖνοι τοὺς ἐν Ἐπιδάμνῳ ἀπαγάγωσι , ποιήσειν ταῦτα · ἑτοῖμοι δὲ εἶναι καὶ ὥστε ἀμφοτέρους μένειν κατὰ χώραν , σπονδὰς δὲ ποιήσασθαι ἕως ἂν δίκη γένηται .