1.26.2 ἐπορεύθησαν δὲ πεζῇ ἐς Ἀπολλωνίαν , Κορινθίων οὖσαν ἀποικίαν , δέει τῶν Κερκυραίων μὴ κωλύωνται ὑπ’ αὐτῶν κατὰ θάλασσαν περαιούμενοι .
1.26.3 Κερκυραῖοι δὲ ἐπειδὴ ᾔσθοντο τούς τε οἰκήτορας καὶ φρουροὺς ἥκοντας ἐς τὴν Ἐπίδαμνον τήν τε ἀποικίαν Κορινθίοις δεδομένην , ἐχαλέπαινον · καὶ πλεύσαντες εὐθὺς πέντε καὶ εἴκοσι ναυσὶ καὶ ὕστερον ἑτέρῳ στόλῳ τούς τε φεύγοντας ἐκέλευον κατ’ ἐπήρειαν δέχεσθαι αὐτούς ( ἦλθον γὰρ ἐς τὴν Κέρκυραν οἱ τῶν Ἐπιδαμνίων φυγάδες , τάφους τε ἀποδεικνύντες καὶ ξυγγένειαν , ἣν προϊσχόμενοι ἐδέοντο σφᾶς κατάγειν ) τούς τε φρουροὺς οὓς Κορίνθιοι ἔπεμψαν καὶ τοὺς οἰκήτορας ἀποπέμπειν .
1.26.4 οἱ δὲ Ἐπιδάμνιοι οὐδὲν αὐτῶν ὑπήκουσαν , ἀλλὰ στρατεύουσιν ἐπ’ αὐτοὺς οἱ Κερκυραῖοι τεσσαράκοντα ναυσὶ μετὰ τῶν φυγάδων ὡς κατάξοντες , καὶ τοὺς Ἰλλυριοὺς προσλαβόντες .
1.26.5 προσκαθεζόμενοι δὲ τὴν πόλιν προεῖπον Ἐπιδαμνίων τε τὸν βουλόμενον καὶ τοὺς ξένους ἀπαθεῖς ἀπιέναι · εἰ δὲ μή , ὡς πολεμίοις χρήσεσθαι . ὡς δ’ οὐκ ἐπείθοντο , οἱ μὲν Κερκυραῖοι ( ἔστι δ’ ἰσθμὸς τὸ χωρίον ) ἐπολιόρκουν τὴν πόλιν ,
1.27.1 Κορίνθιοι δ’ , ὡς αὐτοῖς ἐκ τῆς Ἐπιδάμνου ἦλθον ἄγγελοι ὅτι πολιορκοῦνται , παρεσκευάζοντο στρατείαν , καὶ ἅμα ἀποικίαν ἐς τὴν Ἐπίδαμνον ἐκήρυσσον ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ τὸν βουλόμενον ἰέναι · εἰ δέ τις τὸ παραυτίκα μὲν μὴ ἐθέλει ξυμπλεῖν , μετέχειν δὲ βούλεται τῆς ἀποικίας , πεντήκοντα δραχμὰς καταθέντα Κορινθίας μένειν . ἦσαν δὲ καὶ οἱ πλέοντες πολλοὶ καὶ οἱ τἀργύριον καταβάλλοντες .