1.29.1 Κορίνθιοι δὲ οὐδὲν τούτων ὑπήκουον , ἀλλ’ ἐπειδὴ πλήρεις αὐτοῖς ἦσαν αἱ νῆες καὶ οἱ ξύμμαχοι παρῆσαν , προπέμψαντες κήρυκα πρότερον πόλεμον προεροῦντα Κερκυραίοις , ἄραντες ἑβδομήκοντα ναυσὶ καὶ πέντε δισχιλίοις τε ὁπλίταις ἔπλεον ἐπὶ τὴν Ἐπίδαμνον Κερκυραίοις ἐναντία πολεμήσοντες ·
1.29.2 ἐστρατήγει δὲ τῶν μὲν νεῶν Ἀριστεὺς Πελλίχου καὶ Καλλικράτης Καλλίου καὶ Τιμάνωρ Τιμάνθους , τοῦ δὲ πεζοῦ Ἀρχέτιμός τε Εὐρυτίμου καὶ Ἰσαρχίδας Ἰσάρχου .
1.29.3 ἐπειδὴ δ’ ἐγένοντο ἐν Ἀκτίῳ τῆς Ἀνακτορίας γῆς , οὗ τὸ ἱερὸν τοῦ Ἀπόλλωνός ἐστιν , ἐπὶ τῷ στόματι τοῦ Ἀμπρακικοῦ κόλπου , οἱ Κερκυραῖοι κήρυκά τε προύπεμψαν αὐτοῖς ἐν ἀκατίῳ ἀπεροῦντα μὴ πλεῖν ἐπὶ σφᾶς καὶ τὰς ναῦς ἅμα ἐπλήρουν , ζεύξαντές τε τὰς παλαιὰς ὥστε πλωίμους εἶναι καὶ τὰς ἄλλας ἐπισκευάσαντες .
1.29.4 ὡς δὲ κῆρύξ τε ἀπήγγειλεν οὐδὲν εἰρηναῖον παρὰ τῶν Κορινθίων καὶ αἱ νῆες αὐτοῖς ἐπεπλήρωντο οὖσαι ὀγδοήκοντα ( τεσσαράκοντα γὰρ Ἐπίδαμνον ἐπολιόρκουν ) , ἀνταναγαγόμενοι καὶ παραταξάμενοι ἐναυμάχησαν ·
1.29.5 καὶ ἐνίκησαν οἱ Κερκυραῖοι παρὰ πολὺ καὶ ναῦς πέντε καὶ δέκα διέφθειραν τῶν Κορινθίων . τῇ δὲ αὐτῇ ἡμέρᾳ αὐτοῖς ξυνέβη καὶ τοὺς τὴν Ἐπίδαμνον πολιορκοῦντας παραστήσασθαι ὁμολογίᾳ ὥστε τοὺς μὲν ἐπήλυδας ἀποδόσθαι , Κορινθίους δὲ δήσαντας ἔχειν ἕως ἂν ἄλλο τι δόξῃ .
1.30.1 μετὰ δὲ τὴν ναυμαχίαν οἱ Κερκυραῖοι τροπαῖον στήσαντες ἐπὶ τῇ Λευκίμμῃ τῆς Κερκυραίας ἀκρωτηρίῳ τοὺς μὲν ἄλλους οὓς ἔλαβον αἰχμαλώτους ἀπέκτειναν , Κορινθίους δὲ δήσαντες εἶχον .