1.23.1 τῶν δὲ πρότερον ἔργων μέγιστον ἐπράχθη τὸ Μηδικόν , καὶ τοῦτο ὅμως δυοῖν ναυμαχίαιν καὶ πεζομαχίαιν ταχεῖαν τὴν κρίσιν ἔσχεν . τούτου δὲ τοῦ πολέμου μῆκός τε μέγα προύβη , παθήματά τε ξυνηνέχθη γενέσθαι ἐν αὐτῷ τῇ Ἑλλάδι οἷα οὐχ ἕτερα ἐν ἴσῳ χρόνῳ .
1.23.2 οὔτε γὰρ πόλεις τοσαίδε ληφθεῖσαι ἠρημώθησαν , αἱ μὲν ὑπὸ βαρβάρων , αἱ δ’ ὑπὸ σφῶν αὐτῶν ἀντιπολεμούντων ( εἰσὶ δ’ αἳ καὶ οἰκήτορας μετέβαλον ἁλισκόμεναι ) , οὔτε φυγαὶ τοσαίδε ἀνθρώπων καὶ φόνος , μὲν κατ’ αὐτὸν τὸν πόλεμον , δὲ διὰ τὸ στασιάζειν .
1.23.3 τά τε πρότερον ἀκοῇ μὲν λεγόμενα , ἔργῳ δὲ σπανιώτερον βεβαιούμενα οὐκ ἄπιστα κατέστη , σεισμῶν τε πέρι , οἳ ἐπὶ πλεῖστον ἅμα μέρος γῆς καὶ ἰσχυρότατοι οἱ αὐτοὶ ἐπέσχον , ἡλίου τε ἐκλείψεις , αἳ πυκνότεραι παρὰ τὰ ἐκ τοῦ πρὶν χρόνου μνημονευόμενα ξυνέβησαν , αὐχμοί τε ἔστι παρ’ οἷς μεγάλοι καὶ ἀπ’ αὐτῶν καὶ λιμοὶ καὶ οὐχ ἥκιστα βλάψασα καὶ μέρος τι φθείρασα λοιμώδης νόσος · ταῦτα γὰρ πάντα μετὰ τοῦδε τοῦ πολέμου ἅμα ξυνεπέθετο .
1.23.4 ἤρξαντο δὲ αὐτοῦ Ἀθηναῖοι καὶ Πελοποννήσιοι λύσαντες τὰς τριακοντούτεις σπονδὰς αἳ αὐτοῖς ἐγένοντο μετὰ Εὐβοίας ἅλωσιν .
1.23.5 διότι δ’ ἔλυσαν , τὰς αἰτίας προύγραψα πρῶτον καὶ τὰς διαφοράς , τοῦ μή τινα ζητῆσαί ποτε ἐξ ὅτου τοσοῦτος πόλεμος τοῖς Ἕλλησι κατέστη .