1.21.2 καὶ πόλεμος οὗτος , καίπερ τῶν ἀνθρώπων ἐν μὲν ἂν πολεμῶσι τὸν παρόντα αἰεὶ μέγιστον κρινόντων , παυσαμένων δὲ τὰ ἀρχαῖα μᾶλλον θαυμαζόντων , ἀπ’ αὐτῶν τῶν ἔργων σκοποῦσι δηλώσει ὅμως μείζων γεγενημένος αὐτῶν .
1.22.1 καὶ ὅσα μὲν λόγῳ εἶπον ἕκαστοι μέλλοντες πολεμήσειν ἐν αὐτῷ ἤδη ὄντες , χαλεπὸν τὴν ἀκρίβειαν αὐτὴν τῶν λεχθέντων διαμνημονεῦσαι ἦν ἐμοί τε ὧν αὐτὸς ἤκουσα καὶ τοῖς ἄλλοθέν ποθεν ἐμοὶ ἀπαγγέλλουσιν · ὡς δ’ ἂν ἐδόκουν ἐμοὶ ἕκαστοι περὶ τῶν αἰεὶ παρόντων τὰ δέοντα μάλιστ’ εἰπεῖν , ἐχομένῳ ὅτι ἐγγύτατα τῆς ξυμπάσης γνώμης τῶν ἀληθῶς λεχθέντων , οὕτως εἴρηται .
1.22.2 τὰ δ’ ἔργα τῶν πραχθέντων ἐν τῷ πολέμῳ οὐκ ἐκ τοῦ παρατυχόντος πυνθανόμενος ἠξίωσα γράφειν , οὐδ’ ὡς ἐμοὶ ἐδόκει , ἀλλ’ οἷς τε αὐτὸς παρῆν καὶ παρὰ τῶν ἄλλων ὅσον δυνατὸν ἀκριβείᾳ περὶ ἑκάστου ἐπεξελθών .
1.22.3 ἐπιπόνως δὲ ηὑρίσκετο , διότι οἱ παρόντες τοῖς ἔργοις ἑκάστοις οὐ ταὐτὰ περὶ τῶν αὐτῶν ἔλεγον , ἀλλ’ ὡς ἑκατέρων τις εὐνοίας μνήμης ἔχοι .
1.22.4 καὶ ἐς μὲν ἀκρόασιν ἴσως τὸ μὴ μυθῶδες αὐτῶν ἀτερπέστερον φανεῖται · ὅσοι δὲ βουλήσονται τῶν τε γενομένων τὸ σαφὲς σκοπεῖν καὶ τῶν μελλόντων ποτὲ αὖθις κατὰ τὸ ἀνθρώπινον τοιούτων καὶ παραπλησίων ἔσεσθαι , ὠφέλιμα κρίνειν αὐτὰ ἀρκούντως ἕξει . κτῆμά τε ἐς αἰεὶ μᾶλλον ἀγώνισμα ἐς τὸ παραχρῆμα ἀκούειν ξύγκειται .