1.23.6 τὴν μὲν γὰρ ἀληθεστάτην πρόφασιν , ἀφανεστάτην δὲ λόγῳ , τοὺς Ἀθηναίους ἡγοῦμαι μεγάλους γιγνομένους καὶ φόβον παρέχοντας τοῖς Λακεδαιμονίοις ἀναγκάσαι ἐς τὸ πολεμεῖν · αἱ δ’ ἐς τὸ φανερὸν λεγόμεναι αἰτίαι αἵδ’ ἦσαν ἑκατέρων , ἀφ’ ὧν λύσαντες τὰς σπονδὰς ἐς τὸν πόλεμον κατέστησαν .
1.24.1 Ἐπίδαμνός ἐστι πόλις ἐν δεξιᾷ ἐσπλέοντι ἐς τὸν Ἰόνιον κόλπον · προσοικοῦσι δ’ αὐτὴν Ταυλάντιοι βάρβαροι , Ἰλλυρικὸν ἔθνος .
1.24.2 ταύτην ἀπῴκισαν μὲν Κερκυραῖοι , οἰκιστὴς δ’ ἐγένετο Φαλίος Ἐρατοκλείδου Κορίνθιος γένος τῶν ἀφ’ Ἡρακλέους , κατὰ δὴ τὸν παλαιὸν νόμον ἐκ τῆς μητροπόλεως κατακληθείς . ξυνῴκισαν δὲ καὶ Κορινθίων τινὲς καὶ τοῦ ἄλλου Δωρικοῦ γένους .
1.24.3 προελθόντος δὲ τοῦ χρόνου ἐγένετο τῶν Ἐπιδαμνίων δύναμις μεγάλη καὶ πολυάνθρωπος ·
1.24.4 στασιάσαντες δὲ ἐν ἀλλήλοις ἔτη πολλά , ὡς λέγεται , ἀπὸ πολέμου τινὸς τῶν προσοίκων βαρβάρων ἐφθάρησαν καὶ τῆς δυνάμεως τῆς πολλῆς ἐστερήθησαν .
1.24.5 τὰ δὲ τελευταῖα πρὸ τοῦδε τοῦ πολέμου δῆμος αὐτῶν ἐξεδίωξε τοὺς δυνατούς , οἱ δὲ ἐπελθόντες μετὰ τῶν βαρβάρων ἐλῄζοντο τοὺς ἐν τῇ πόλει κατά τε γῆν καὶ κατὰ θάλασσαν .
1.24.6 οἱ δὲ ἐν τῇ πόλει ὄντες Ἐπιδάμνιοι ἐπειδὴ ἐπιέζοντο , πέμπουσιν ἐς τὴν Κέρκυραν πρέσβεις ὡς μητρόπολιν οὖσαν , δεόμενοι μὴ σφᾶς περιορᾶν φθειρομένους , ἀλλὰ τούς τε φεύγοντας ξυναλλάξαι σφίσι καὶ τὸν τῶν βαρβάρων πόλεμον καταλῦσαι .
1.24.7 ταῦτα δὲ ἱκέται καθεζόμενοι ἐς τὸ Ἥραιον ἐδέοντο . οἱ δὲ Κερκυραῖοι τὴν ἱκετείαν οὐκ ἐδέξαντο , ἀλλ’ ἀπράκτους ἀπέπεμψαν .