1.10.3 οὔκουν ἀπιστεῖν εἰκός , οὐδὲ τὰς ὄψεις τῶν πόλεων μᾶλλον σκοπεῖν τὰς δυνάμεις , νομίζειν δὲ τὴν στρατείαν ἐκείνην μεγίστην μὲν γενέσθαι τῶν πρὸ αὑτῆς , λειπομένην δὲ τῶν νῦν , τῇ Ὁμήρου αὖ ποιήσει εἴ τι χρὴ κἀνταῦθα πιστεύειν , ἣν εἰκὸς ἐπὶ τὸ μεῖζον μὲν ποιητὴν ὄντα κοσμῆσαι , ὅμως δὲ φαίνεται καὶ οὕτως ἐνδεεστέρα .
1.10.4 πεποίηκε γὰρ χιλίων καὶ διακοσίων νεῶν τὰς μὲν Βοιωτῶν εἴκοσι καὶ ἑκατὸν ἀνδρῶν , τὰς δὲ Φιλοκτήτου πεντήκοντα , δηλῶν , ὡς ἐμοὶ δοκεῖ , τὰς μεγίστας καὶ ἐλαχίστας · ἄλλων γοῦν μεγέθους πέρι ἐν νεῶν καταλόγῳ οὐκ ἐμνήσθη . αὐτερέται δὲ ὅτι ἦσαν καὶ μάχιμοι πάντες , ἐν ταῖς Φιλοκτήτου ναυσὶ δεδήλωκεν · τοξότας γὰρ πάντας πεποίηκε τοὺς προσκώπους . περίνεως δὲ οὐκ εἰκὸς πολλοὺς ξυμπλεῖν ἔξω τῶν βασιλέων καὶ τῶν μάλιστα ἐν τέλει , ἄλλως τε καὶ μέλλοντας πέλαγος περαιώσεσθαι μετὰ σκευῶν πολεμικῶν , οὐδ’ αὖ τὰ πλοῖα κατάφαρκτα ἔχοντας , ἀλλὰ τῷ παλαιῷ τρόπῳ λῃστικώτερον παρεσκευασμένα .
1.10.5 πρὸς τὰς μεγίστας δ’ οὖν καὶ ἐλαχίστας ναῦς τὸ μέσον σκοποῦντι οὐ πολλοὶ φαίνονται ἐλθόντες , ὡς ἀπὸ πάσης τῆς Ἑλλάδος κοινῇ πεμπόμενοι .