1.11.1 αἴτιον δ’ ἦν οὐχ ὀλιγανθρωπία τοσοῦτον ὅσον ἀχρηματία . τῆς γὰρ τροφῆς ἀπορίᾳ τόν τε στρατὸν ἐλάσσω ἤγαγον καὶ ὅσον ἤλπιζον αὐτόθεν πολεμοῦντα βιοτεύσειν , ἐπειδὴ δὲ ἀφικόμενοι μάχῃ ἐκράτησαν ( δῆλον δέ · τὸ γὰρ ἔρυμα τῷ στρατοπέδῳ οὐκ ἂν ἐτειχίσαντο ) , φαίνονται δ’ οὐδ’ ἐνταῦθα πάσῃ τῇ δυνάμει χρησάμενοι , ἀλλὰ πρὸς γεωργίαν τῆς Χερσονήσου τραπόμενοι καὶ λῃστείαν τῆς τροφῆς ἀπορίᾳ . καὶ μᾶλλον οἱ Τρῶες αὐτῶν διεσπαρμένων τὰ δέκα ἔτη ἀντεῖχον βίᾳ , τοῖς αἰεὶ ὑπολειπομένοις ἀντίπαλοι ὄντες .
1.11.2 περιουσίαν δὲ εἰ ἦλθον ἔχοντες τροφῆς καὶ ὄντες ἁθρόοι ἄνευ λῃστείας καὶ γεωργίας ξυνεχῶς τὸν πόλεμον διέφερον , ῥᾳδίως ἂν μάχῃ κρατοῦντες εἷλον , οἵ γε καὶ οὐχ ἁθρόοι , ἀλλὰ μέρει τῷ αἰεὶ παρόντι ἀντεῖχον , πολιορκίᾳ δ’ ἂν προσκαθεζόμενοι ἐν ἐλάσσονί τε χρόνῳ καὶ ἀπονώτερον τὴν Τροίαν εἷλον .
1.11.3 ἀλλὰ δι’ ἀχρηματίαν τά τε πρὸ τούτων ἀσθενῆ ἦν καὶ αὐτά γε δὴ ταῦτα , ὀνομαστότατα τῶν πρὶν γενόμενα , δηλοῦται τοῖς ἔργοις ὑποδεέστερα ὄντα τῆς φήμης καὶ τοῦ νῦν περὶ αὐτῶν διὰ τοὺς ποιητὰς λόγου κατεσχηκότος ·
1.12.1 ἐπεὶ καὶ μετὰ τὰ Τρωικὰ Ἑλλὰς ἔτι μετανίστατό τε καὶ κατῳκίζετο , ὥστε μὴ ἡσυχάσασαν αὐξηθῆναι .
1.12.2 τε γὰρ ἀναχώρησις τῶν Ἑλλήνων ἐξ Ἰλίου χρονία γενομένη πολλὰ ἐνεόχμωσε , καὶ στάσεις ἐν ταῖς πόλεσιν ὡς ἐπὶ πολὺ ἐγίγνοντο , ἀφ’ ὧν ἐκπίπτοντες τὰς πόλεις ἔκτιζον .