1.9.3 μοι δοκεῖ Ἀγαμέμνων παραλαβὼν καὶ ναυτικῷ [ τε ] ἅμα ἐπὶ πλέον τῶν ἄλλων ἰσχύσας , τὴν στρατείαν οὐ χάριτι τὸ πλέον φόβῳ ξυναγαγὼν ποιήσασθαι .
1.9.4 φαίνεται γὰρ ναυσί τε πλείσταις αὐτὸς ἀφικόμενος καὶ Ἀρκάσι προσπαρασχών , ὡς Ὅμηρος τοῦτο δεδήλωκεν , εἴ τῳ ἱκανὸς τεκμηριῶσαι . καὶ ἐν τοῦ σκήπτρου ἅμα τῇ παραδόσει εἴρηκεν αὐτὸν " πολλῇσι νήσοισι καὶ Ἄργεϊ παντὶ ἀνάσσειν · " οὐκ ἂν οὖν νήσων ἔξω τῶν περιοικίδων ( αὗται δὲ οὐκ ἂν πολλαὶ εἶεν ) ἠπειρώτης ὢν ἐκράτει , εἰ μή τι καὶ ναυτικὸν εἶχεν . εἰκάζειν δὲ χρὴ καὶ ταύτῃ τῇ στρατείᾳ οἷα ἦν τὰ πρὸ αὐτῆς .
1.10.1 καὶ ὅτι μὲν Μυκῆναι μικρὸν ἦν , εἴ τι τῶν τότε πόλισμα νῦν μὴ ἀξιόχρεων δοκεῖ εἶναι , οὐκ ἀκριβεῖ ἄν τις σημείῳ χρώμενος ἀπιστοίη μὴ γενέσθαι τὸν στόλον τοσοῦτον ὅσον οἵ τε ποιηταὶ εἰρήκασι καὶ λόγος κατέχει .
1.10.2 Λακεδαιμονίων γὰρ εἰ πόλις ἐρημωθείη , λειφθείη δὲ τά τε ἱερὰ καὶ τῆς κατασκευῆς τὰ ἐδάφη , πολλὴν ἂν οἶμαι ἀπιστίαν τῆς δυνάμεως προελθόντος πολλοῦ χρόνου τοῖς ἔπειτα πρὸς τὸ κλέος αὐτῶν εἶναι ( καίτοι Πελοποννήσου τῶν πέντε τὰς δύο μοίρας νέμονται , τῆς τε ξυμπάσης ἡγοῦνται καὶ τῶν ἔξω ξυμμάχων πολλῶν · ὅμως δὲ οὔτε ξυνοικισθείσης πόλεως οὔτε ἱεροῖς καὶ κατασκευαῖς πολυτελέσι χρησαμένης , κατὰ κώμας δὲ τῷ παλαιῷ τῆς Ἑλλάδος τρόπῳ οἰκισθείσης , φαίνοιτ’ ἂν ὑποδεεστέρα ) , Ἀθηναίων δὲ τὸ αὐτὸ τοῦτο παθόντων διπλασίαν ἂν τὴν δύναμιν εἰκάζεσθαι ἀπὸ τῆς φανερᾶς ὄψεως τῆς πόλεως ἔστιν .