Ἀθηνᾶ
397 πρόσωθεν ἐξήκουσα κληδόνος βοὴν
398 ἀπὸ Σκαμάνδρου γῆν καταφθατουμένη ,
399 ἣν δῆτ’ Ἀχαιῶν ἄκτορές τε καὶ πρόμοι ,
400 τῶν αἰχμαλώτων χρημάτων λάχος μέγα ,
401 ἔνειμαν αὐτόπρεμνον εἰς τὸ πᾶν ἐμοί ,
402 ἐξαίρετον δώρημα Θησέως τόκοις ·
403 ἔνθεν διώκουσ’ ἦλθον ἄτρυτον πόδα ,
404 πτερῶν ἄτερ ῥοιβδοῦσα κόλπον αἰγίδος .
405 [ πώλοις ἀκμαίοις τόνδ’ ἐπιζεύξασ’ ὄχον ]
406 καινὴν δ’ ὁρῶσα τήνδ’ ὁμιλίαν χθονὸς
407 ταρβῶ μὲν οὐδέν , θαῦμα δ’ ὄμμασιν πάρα .
408 τίνες ποτ’ ἐστέ ; πᾶσι δ’ ἐς κοινὸν λέγω ·
409 βρέτας τε τοὐμὸν τῷδ’ ἐφημένῳ ξένῳ ,
410 ὑμᾶς θ’ ὁμοίας οὐδενὶ σπαρτῶν γένει ,
411 οὔτ’ ἐν θεαῖσι πρὸς θεῶν ὁρωμένας
412 οὔτ’ οὖν βροτείοις ἐμφερεῖς μορφώμασιν .
413 λέγειν δ’ ἄμομφον ὄντα τοὺς πέλας κακῶς
414 πρόσω δικαίων ἠδ’ ἀποστατεῖ θέμις .