Χορός
372a { μάλα γὰρ οὖν ἁλομένα }
373a { ἀνέκαθεν βαρυπεσῆ }
374a { καταφέρω ποδὸς ἀκμάν , }
375a { σφαλερὰ καὶ τανυδρόμοις }
376a { κῶλα , δύσφορον ἄταν . }
381 μένει γάρ . εὐμήχανοί
382 τε καὶ τέλειοι , κακῶν
383 τε μνήμονες σεμναὶ
384 καὶ δυσπαρήγοροι βροτοῖς ,
385 ἄτιμ’ ἀτίετα διόμεναι
386 λάχη θεῶν διχοστατοῦντ’ ἀνηλίῳ
387 λάμπᾳ , δυσοδοπαίπαλα
388 δερκομένοισι καὶ δυσομμάτοις ὁμῶς .
389 τίς οὖν τάδ’ οὐχ ἅζεταί
390 τε καὶ δέδοικεν βροτῶν ,
391 ἐμοῦ κλύων θεσμὸν
392 τὸν μοιρόκραντον ἐκ θεῶν
393 δοθέντα τέλεον ; ἔτι δέ μοι
394 { μένει } γέρας παλαιόν , οὐδ’ ἀτιμίας
395 κύρω , καίπερ ὑπὸ χθόνα
396 τάξιν ἔχουσα καὶ δυσήλιον κνέφας .