Χορός
354a { δωμάτων γὰρ εἱλόμαν }
355a { ἀνατροπάς , ὅταν Ἄρης }
356a { τιθασὸς ὢν φίλον ἕλῃ . }
357a { ἐπὶ τὸν ὧδ’ ἱέμεναι }
358a { κρατερὸν ὄνθ’ ὅμως ἀμαυ - }
359a { ροῦμεν ὑφ’ αἵματος νέου . }
368 δόξαι τ’ ἀνδρῶν καὶ μάλ’ ὑπ’ αἰθέρι σεμναὶ
369 τακόμεναι κατὰ γᾶν μινύθουσιν ἄτιμοι
370 ἁμετέραις ἐφόδοις μελανείμοσιν , ὀρχη -
371 σμοῖς τ’ ἐπιφθόνοις ποδός .
372 μάλα γὰρ οὖν ἁλομένα
373 ἀνέκαθεν βαρυπεσῆ
374 καταφέρω ποδὸς ἀκμάν ,
375 σφαλερὰ { καὶ } τανυδρόμοις
376 κῶλα , δύσφορον ἄταν .
377 πίπτων δ’ οὐκ οἶδεν τόδ’ ὑπ’ ἄφρονι λύμᾳ ·
378 τοῖον [ γὰρ ] ἐπὶ κνέφας ἀνδρὶ μύσος πεπόταται ,
379 καὶ δνοφεράν τιν’ ἀχλὺν κατὰ δώματος αὐδᾶ -
380 ται πολύστονος φάτις .