8.100.2 αἰσθόμενος δὲ ὅτι ἐν τῇ Χίῳ εἴη καὶ νομίσας αὐτὸν καθέξειν αὐτοῦ , σκοποὺς μὲν κατεστήσατο καὶ ἐν τῇ Λέσβῳ καὶ ἐν τῇ ἀντιπέρας ἠπείρῳ , εἰ ἄρα ποι κινοῖντο αἱ νῆες , ὅπως μὴ λάθοιεν , αὐτὸς δὲ ἐς τὴν Μήθυμναν παραπλεύσας ἄλφιτά τε καὶ τἆλλα ἐπιτήδεια παρασκευάζειν ἐκέλευεν ὡς , ἢν πλείων χρόνος γίγνηται , ἐκ τῆς Λέσβου τοὺς ἐπίπλους τῇ Χίῳ ποιησόμενος .
8.100.3 ἅμα δὲ ( Ἔρεσος γὰρ τῆς Λέσβου ἀφειστήκει ) ἐβούλετο ἐπ’ αὐτὴν πλεύσας , εἰ δύναιτο , ἐξελεῖν . Μηθυμναίων γὰρ οὐχ οἱ ἀδυνατώτατοι φυγάδες διακομίσαντες ἔκ τε τῆς Κύμης προσεταιριστοὺς ὁπλίτας ὡς πεντήκοντα καὶ τῶν ἐκ τῆς ἠπείρου μισθωσάμενοι , ξύμπασιν ὡς τριακοσίοις , Ἀναξάνδρου Θηβαίου κατὰ τὸ ξυγγενὲς ἡγουμένου , προσέβαλον πρῶτον Μηθύμνῃ , καὶ ἀποκρουσθέντες τῆς πείρας διὰ τοὺς ἐκ τῆς Μυτιλήνης Ἀθηναίων φρουροὺς προελθόντας αὖθις ἔξω μάχῃ ἀπωσθέντες καὶ διὰ τοῦ ὄρους κομισθέντες ἀφιστᾶσι τὴν Ἔρεσον .
8.100.4 πλεύσας οὖν Θράσυλος ἐπ’ αὐτὴν πάσαις ταῖς ναυσὶ διενοεῖτο προσβολὴν ποιεῖσθαι · προαφιγμένος δὲ αὐτόσε ἦν καὶ Θρασύβουλος πέντε ναυσὶν ἐκ τῆς Σάμου , ὡς ἠγγέλθη αὐτοῖς τῶν φυγάδων αὕτη διάβασις · ὑστερήσας δ’ ἐπὶ τὴν Ἔρεσον ἐφώρμει ἐλθών .
8.100.5 προσεγένοντο δὲ καὶ ἐκ τοῦ Ἑλλησπόντου τινὲς δύο νῆες ἐπ’ οἴκου ἀνακομιζόμεναι καὶ Μηθυμναῖαι 〈πέντε〉 · καὶ αἱ πᾶσαι νῆες παρῆσαν ἑπτὰ καὶ ἑξήκοντα , ἀφ’ ὧν τῷ στρατεύματι παρεσκευάζοντο ὡς κατὰ κράτος μηχαναῖς τε καὶ παντὶ τρόπῳ , ἢν δύνωνται , αἱρήσοντες τὴν Ἔρεσον .