8.99.1 ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους τοῦ θέρους τούτου καὶ οἱ ἐν τῇ Μιλήτῳ Πελοποννήσιοι , ὡς τροφήν τε οὐδεὶς ἐδίδου τῶν ὑπὸ Τισσαφέρνους τότε [ ὅτε ἐπὶ τὴν Ἄσπενδον παρῄει ] προσταχθέντων , καὶ αἱ Φοίνισσαι νῆες οὐδὲ Τισσαφέρνης τέως που ἧκον , τε Φίλιππος ξυμπεμφθεὶς αὐτῷ ἐπεστάλκει Μινδάρῳ τῷ ναυάρχῳ καὶ ἄλλος Ἱπποκράτης , ἀνὴρ Σπαρτιάτης καὶ ὢν ἐν Φασήλιδι , ὅτι οὔτε αἱ νῆες παρέσοιντο πάντα τε ἀδικοῖντο ὑπὸ Τισσαφέρνους , Φαρνάβαζός τε ἐπεκαλεῖτο αὐτοὺς καὶ ἦν πρόθυμος κομίσας τὰς ναῦς καὶ αὐτὸς τὰς λοιπὰς ἔτι πόλεις τῆς ἑαυτοῦ ἀρχῆς ἀποστῆσαι τῶν Ἀθηναίων , ὥσπερ καὶ Τισσαφέρνης , ἐλπίζων πλέον τι σχήσειν ἀπ’ αὐτοῦ , οὕτω δὴ Μίνδαρος πολλῷ κόσμῳ καὶ ἀπὸ παραγγέλματος αἰφνιδίου , ὅπως λάθοι τοὺς ἐν Σάμῳ , ἄρας ἀπὸ τῆς Μιλήτου ναυσὶ τρισὶ καὶ ἑβδομήκοντα ἔπλει ἐπὶ τὸν Ἑλλήσποντον ( πρότερον δὲ ἐν τῷ αὐτῷ θέρει τῷδε ἑκκαίδεκα ἐς αὐτὸν νῆες ἐσέπλευσαν , αἳ καὶ τῆς Χερσονήσου τι μέρος κατέδραμον ) · χειμασθεὶς δὲ ἀνέμῳ καὶ ἀναγκασθεὶς καταίρει ἐς τὴν Ἴκαρον , καὶ μείνας ἐν αὐτῇ ὑπὸ ἀπλοίας πέντε ἓξ ἡμέρας ἀφικνεῖται ἐς τὴν Χίον .
8.100.1 δὲ Θράσυλος ἐκ τῆς Σάμου , ἐπειδὴ ἐπύθετο αὐτὸν ἐκ τῆς Μιλήτου ἀπηρκότα , ἔπλει καὶ αὐτὸς ναυσὶν εὐθὺς πέντε καὶ πεντήκοντα , ἐπειγόμενος μὴ φθάσῃ ἐς τὸν Ἑλλήσποντον ἐσπλεύσας .