8.96.5 ἀλλ’ οὐκ ἐν τούτῳ μόνῳ Λακεδαιμόνιοι Ἀθηναίοις πάντων δὴ ξυμφορώτατοι προσπολεμῆσαι ἐγένοντο , ἀλλὰ καὶ ἐν ἄλλοις πολλοῖς · διάφοροι γὰρ πλεῖστον ὄντες τὸν τρόπον , οἱ μὲν ὀξεῖς , οἱ δὲ βραδεῖς , καὶ οἱ μὲν ἐπιχειρηταί , οἱ δὲ ἄτολμοι , ἄλλως τε καὶ ἐν ἀρχῇ ναυτικῇ πλεῖστα ὠφέλουν . ἔδειξαν δὲ οἱ Συρακόσιοι · μάλιστα γὰρ ὁμοιότροποι γενόμενοι ἄριστα καὶ προσεπολέμησαν .
8.97.1 ἐπὶ δ’ οὖν τοῖς ἠγγελμένοις οἱ Ἀθηναῖοι ναῦς τε εἴκοσιν ὅμως ἐπλήρουν καὶ ἐκκλησίαν ξυνέλεγον , μίαν μὲν εὐθὺς τότε πρῶτον ἐς τὴν Πύκνα καλουμένην , οὗπερ καὶ ἄλλοτε εἰώθεσαν , ἐν ᾗπερ καὶ τοὺς τετρακοσίους καταπαύσαντες τοῖς πεντακισχιλίοις ἐψηφίσαντο τὰ πράγματα παραδοῦναι ( εἶναι δὲ αὐτῶν ὁπόσοι καὶ ὅπλα παρέχονται ) καὶ μισθὸν μηδένα φέρειν μηδεμιᾷ ἀρχῇ · εἰ δὲ μή , ἐπάρατον ἐποιήσαντο .
8.97.2 ἐγίγνοντο δὲ καὶ ἄλλαι ὕστερον πυκναὶ ἐκκλησίαι , ἀφ’ ὧν καὶ νομοθέτας καὶ τἆλλα ἐψηφίσαντο ἐς τὴν πολιτείαν . καὶ οὐχ ἥκιστα δὴ τὸν πρῶτον χρόνον ἐπί γε ἐμοῦ Ἀθηναῖοι φαίνονται εὖ πολιτεύσαντες · μετρία γὰρ τε ἐς τοὺς ὀλίγους καὶ τοὺς πολλοὺς ξύγκρασις ἐγένετο καὶ ἐκ πονηρῶν τῶν πραγμάτων γενομένων τοῦτο πρῶτον ἀνήνεγκε τὴν πόλιν .
8.97.3 ἐψηφίσαντο δὲ καὶ Ἀλκιβιάδην καὶ ἄλλους μετ’ αὐτοῦ κατιέναι καὶ παρά τε ἐκεῖνον καὶ παρὰ τὸ ἐν Σάμῳ στρατόπεδον πέμψαντες διεκελεύοντο ἀνθάπτεσθαι τῶν πραγμάτων .