8.95.7 λαβόντες δὲ οἱ Πελοποννήσιοι δύο καὶ εἴκοσι ναῦς τῶν Ἀθηναίων καὶ ἄνδρας τοὺς μὲν ἀποκτείναντες , τοὺς δὲ ζωγρήσαντες τροπαῖον ἔστησαν . καὶ ὕστερον οὐ πολλῷ Εὔβοιάν [ τε ] ἅπασαν ἀποστήσαντες πλὴν Ὠρεοῦ ( ταύτην δὲ αὐτοὶ Ἀθηναῖοι εἶχον ) καὶ τἆλλα τὰ περὶ αὐτὴν καθίσταντο .
8.96.1 τοῖς δὲ Ἀθηναίοις ὡς ἦλθε τὰ περὶ τὴν Εὔβοιαν γεγενημένα , ἔκπληξις μεγίστη δὴ τῶν πρὶν παρέστη . οὔτε γὰρ ἐν τῇ Σικελίᾳ ξυμφορά , καίπερ μεγάλη τότε δόξασα εἶναι , οὔτε ἄλλο οὐδέν πω οὕτως ἐφόβησεν .
8.96.2 ὅπου γὰρ στρατοπέδου τε τοῦ ἐν Σάμῳ ἀφεστηκότος ἄλλων τε νεῶν οὐκ οὐσῶν οὐδὲ τῶν ἐσβησομένων αὐτῶν τε στασιαζόντων καὶ ἄδηλον ὂν ὁπότε σφίσιν αὐτοῖς ξυρράξουσι , τοσαύτη ξυμφορὰ ἐπεγεγένητο , ἐν ναῦς τε καὶ τὸ μέγιστον Εὔβοιαν ἀπωλωλέκεσαν , ἐξ ἧς πλείω τῆς Ἀττικῆς ὠφελοῦντο , πῶς οὐκ εἰκότως ἠθύμουν ;
8.96.3 μάλιστα δ’ αὐτοὺς καὶ δι’ ἐγγυτάτου ἐθορύβει , εἰ οἱ πολέμιοι τολμήσουσι νενικηκότες εὐθὺ σφῶν ἐπὶ τὸν Πειραιᾶ ἐρῆμον ὄντα νεῶν πλεῖν · καὶ ὅσον οὐκ ἤδη ἐνόμιζον αὐτοὺς παρεῖναι .
8.96.4 ὅπερ ἄν , εἰ τολμηρότεροι ἦσαν , ῥᾳδίως ἂν ἐποίησαν , καὶ διέστησαν ἂν ἔτι μᾶλλον τὴν πόλιν ἐφορμοῦντες , εἰ ἐπολιόρκουν μένοντες , καὶ τὰς ἀπ’ Ἰωνίας ναῦς ἠνάγκασαν ἂν καίπερ πολεμίας οὔσας τῇ ὀλιγαρχίᾳ τοῖς σφετέροις οἰκείοις καὶ τῇ ξυμπάσῃ πόλει βοηθῆσαι · καὶ ἐν τούτῳ Ἑλλήσποντός τε ἂν ἦν αὐτοῖς καὶ Ἰωνία καὶ αἱ νῆσοι καὶ τὰ μέχρι Εὐβοίας καὶ ὡς εἰπεῖν Ἀθηναίων ἀρχὴ πᾶσα .