8.92.7 ἦν δὲ θόρυβος πολὺς καὶ ἐκπληκτικός · οἵ τε γὰρ ἐν τῷ ἄστει ἤδη ᾤοντο τόν τε Πειραιᾶ κατειλῆφθαι καὶ τὸν ξυνειλημμένον τεθνάναι , οἵ τε ἐν τῷ Πειραιεῖ τοὺς ἐκ τοῦ ἄστεως ὅσον οὔπω ἐπὶ σφᾶς παρεῖναι .
8.92.8 μόλις δὲ τῶν τε πρεσβυτέρων διακωλυόντων τοὺς ἐν τῷ ἄστει διαθέοντας καὶ ἐπὶ τὰ ὅπλα φερομένους καὶ Θουκυδίδου τοῦ Φαρσαλίου τοῦ προξένου τῆς πόλεως παρόντος καὶ προθύμως ἐμποδών τε ἑκάστοις γιγνομένου καὶ ἐπιβοωμένου μὴ ἐφεδρευόντων ἐγγὺς τῶν πολεμίων ἀπολέσαι τὴν πατρίδα , ἡσύχασάν τε καὶ σφῶν αὐτῶν ἀπέσχοντο .
8.92.9 καὶ μὲν Θηραμένης ἐλθὼν ἐς τὸν Πειραιᾶ ( ἦν δὲ καὶ αὐτὸς στρατηγός ) , ὅσον καὶ ἀπὸ βοῆς ἕνεκα , ὠργίζετο τοῖς ὁπλίταις · δὲ Ἀρίσταρχος καὶ οἱ ἐναντίοι τῷ ἀληθεῖ ἐχαλέπαινον .
8.92.10 οἱ δὲ ὁπλῖται ὁμόσε τε ἐχώρουν οἱ πλεῖστοι τῷ ἔργῳ καὶ οὐ μετεμέλοντο , καὶ τὸν Θηραμένη ἠρώτων εἰ δοκεῖ αὐτῷ ἐπ’ ἀγαθῷ τὸ τεῖχος οἰκοδομεῖσθαι καὶ εἰ ἄμεινον εἶναι καθαιρεθέν . δέ , εἴπερ καὶ ἐκείνοις δοκεῖ καθαιρεῖν , καὶ ἑαυτῷ ἔφη ξυνδοκεῖν . καὶ ἐντεῦθεν εὐθὺς ἀναβάντες οἵ τε ὁπλῖται καὶ πολλοὶ τῶν ἐκ τοῦ Πειραιῶς ἀνθρώπων κατέσκαπτον τὸ τείχισμα .