8.92.3 ἅμα γὰρ καὶ ἀπὸ τῆς Λᾶς αἱ νῆες ἤδη περιπεπλευκυῖαι καὶ ὁρμισάμεναι ἐς τὴν Ἐπίδαυρον τὴν Αἴγιναν κατεδεδραμήκεσαν · καὶ οὐκ ἔφη Θηραμένης εἰκὸς εἶναι ἐπ’ Εὔβοιαν πλεούσας αὐτὰς ἐς Αἴγιναν κατακολπίσαι καὶ πάλιν ἐν Ἐπιδαύρῳ ὁρμεῖν , εἰ μὴ παρακληθεῖσαι ἥκοιεν ἐφ’ οἷσπερ καὶ αὐτὸς αἰεὶ κατηγόρει · οὐκέτι οὖν οἷόν τε εἶναι ἡσυχάζειν .
8.92.4 τέλος δὲ πολλῶν καὶ στασιωτικῶν λόγων καὶ ὑποψιῶν προσγενομένων καὶ ἔργῳ ἤδη ἥπτοντο τῶν πραγμάτων · οἱ γὰρ ἐν τῷ Πειραιεῖ τὸ τῆς Ἠετιωνείας τεῖχος ὁπλῖται οἰκοδομοῦντες , ἐν οἷς καὶ Ἀριστοκράτης ἦν ταξιαρχῶν καὶ τὴν ἑαυτοῦ φυλὴν ἔχων , ξυλλαμβάνουσιν Ἀλεξικλέα στρατηγὸν ὄντα ἐκ τῆς ὀλιγαρχίας καὶ μάλιστα πρὸς τοὺς ἑταίρους τετραμμένον , καὶ ἐς οἰκίαν ἀγαγόντες εἶρξαν .
8.92.5 ξυνεπελάβοντο δὲ αὐτοῖς ἅμα καὶ ἄλλοι καὶ Ἕρμων τις τῶν περιπόλων τῶν Μουνιχίασι τεταγμένων ἄρχων · τὸ δὲ μέγιστον , τῶν ὁπλιτῶν τὸ στῖφος ταῦτα ἐβούλετο .
8.92.6 ὡς δὲ ἐσηγγέλθη τοῖς τετρακοσίοις ( ἔτυχον δὲ ἐν τῷ βουλευτηρίῳ ξυγκαθήμενοι ) , εὐθύς , πλὴν ὅσοις μὴ βουλομένοις ταῦτ’ ἦν , ἑτοῖμοι ἦσαν ἐς τὰ ὅπλα ἰέναι καὶ τῷ Θηραμένει καὶ τοῖς μετ’ αὐτοῦ ἠπείλουν . δὲ ἀπολογούμενος ἑτοῖμος ἔφη εἶναι ξυναφαιρησόμενος ἰέναι ἤδη . καὶ παραλαβὼν ἕνα τῶν στρατηγῶν ὃς ἦν αὐτῷ ὁμογνώμων ἐχώρει ἐς τὸν Πειραιᾶ · ἐβοήθει δὲ καὶ Ἀρίσταρχος καὶ τῶν ἱππέων νεανίσκοι .