8.83.2 ξυνηνέχθη γὰρ αὐτοῖς κατὰ τὸν ἐπὶ τὴν Μίλητον τῶν Ἀθηναίων ἐπίπλουν , ὡς οὐκ ἠθέλησαν ἀνταναγαγόντες ναυμαχῆσαι , πολλῷ ἐς τὴν μισθοδοσίαν τὸν Τισσαφέρνην ἀρρωστότερον γενόμενον καὶ ἐς τὸ μισεῖσθαι ὑπ’ αὐτῶν πρότερον ἔτι τούτων διὰ τὸν Ἀλκιβιάδην ἐπιδεδωκέναι .
8.83.3 καὶ ξυνιστάμενοι κατ’ ἀλλήλους οἷάπερ καὶ πρότερον οἱ στρατιῶται ἀνελογίζοντο καί τινες καὶ τῶν ἄλλων τῶν ἀξίων λόγου ἀνθρώπων καὶ οὐ μόνον τὸ στρατιωτικόν , ὡς οὔτε μισθὸν ἐντελῆ πώποτε λάβοιεν , τό τε διδόμενον βραχὺ καὶ οὐδὲ τοῦτο ξυνεχῶς · καὶ εἰ μή τις διαναυμαχήσει ἀπαλλάξεται ὅθεν τροφὴν ἕξει , ἀπολείψειν τοὺς ἀνθρώπους τὰς ναῦς · πάντων τε Ἀστύοχον εἶναι αἴτιον ἐπιφέροντα ὀργὰς Τισσαφέρνει διὰ ἴδια κέρδη .
8.84.1 ὄντων δ’ αὐτῶν ἐν τοιούτῳ ἀναλογισμῷ ξυνηνέχθη καὶ τοιόσδε τις θόρυβος περὶ τὸν Ἀστύοχον .
8.84.2 τῶν γὰρ Συρακοσίων καὶ Θουρίων ὅσῳ μάλιστα καὶ ἐλεύθεροι ἦσαν τὸ πλῆθος οἱ ναῦται , τοσούτῳ καὶ θρασύτατα προσπεσόντες τὸν μισθὸν ἀπῄτουν . δὲ αὐθαδέστερόν τέ τι ἀπεκρίνατο καὶ ἠπείλησε καὶ τῷ γε Δωριεῖ ξυναγορεύοντι τοῖς ἑαυτοῦ ναύταις καὶ ἐπανήρατο τὴν βακτηρίαν .
8.84.3 τὸ δὲ πλῆθος τῶν στρατιωτῶν ὡς εἶδον , οἷα δὴ ναῦται , ὥρμησαν ἐκραγέντες ἐπὶ τὸν Ἀστύοχον ὥστε βάλλειν · δὲ προϊδὼν καταφεύγει ἐπὶ βωμόν τινα . οὐ μέντοι ἐβλήθη γε , ἀλλὰ διελύθησαν ἀπ’ ἀλλήλων .
8.84.4 ἔλαβον δὲ καὶ τὸ ἐν τῇ Μιλήτῳ ἐνῳκοδομημένον τοῦ Τισσαφέρνους φρούριον οἱ Μιλήσιοι λάθρᾳ ἐπιπεσόντες , καὶ τοὺς ἐνόντας φύλακας αὐτοῦ ἐκβάλλουσιν · ξυνεδόκει δὲ καὶ τοῖς ἄλλοις ξυμμάχοις ταῦτα καὶ οὐχ ἥκιστα τοῖς Συρακοσίοις .