8.81.3 ὑπισχνεῖτο δ’ οὖν τάδε μέγιστα ἐπικομπῶν Ἀλκιβιάδης , ὡς Τισσαφέρνης αὐτῷ ὑπεδέξατο μήν , ἕως ἄν τι τῶν ἑαυτοῦ λείπηται , ἢν Ἀθηναίοις πιστεύσῃ , μὴ ἀπορήσειν αὐτοὺς τροφῆς , οὐδ’ ἢν δέῃ τελευτῶντα τὴν ἑαυτοῦ στρωμνὴν ἐξαργυρῶσαι , τάς τε ἐν Ἀσπένδῳ ἤδη οὔσας Φοινίκων ναῦς κομιεῖν Ἀθηναίοις καὶ οὐ Πελοποννησίοις · πιστεῦσαι δ’ ἂν μόνως Ἀθηναίοις , εἰ σῶς αὐτὸς κατελθὼν αὐτῷ ἀναδέξαιτο .
8.82.1 οἱ δὲ ἀκούοντες ταῦτά τε καὶ ἄλλα πολλὰ στρατηγόν τε αὐτὸν εὐθὺς εἵλοντο μετὰ τῶν προτέρων καὶ τὰ πράγματα πάντα ἀνετίθεσαν , τήν τε παραυτίκα ἐλπίδα ἕκαστος τῆς τε σωτηρίας καὶ τῆς τῶν τετρακοσίων τιμωρίας οὐδενὸς ἂν ἠλλάξαντο , καὶ ἑτοῖμοι ἤδη ἦσαν διὰ τὸ αὐτίκα τούς τε παρόντας πολεμίους ἐκ τῶν λεχθέντων καταφρονεῖν καὶ πλεῖν ἐπὶ τὸν Πειραιᾶ .
8.82.2 δὲ τὸ μὲν ἐπὶ τὸν Πειραιᾶ πλεῖν τοὺς ἐγγυτέρω πολεμίους ὑπολιπόντας καὶ πάνυ διεκώλυσε , πολλῶν ἐπειγομένων , τὰ δὲ τοῦ πολέμου πρῶτον ἔφη , ἐπειδὴ καὶ στρατηγὸς ᾕρητο , πλεύσας ὡς Τισσαφέρνην πράξειν .
8.82.3 καὶ ἀπὸ ταύτης τῆς ἐκκλησίας εὐθὺς ᾤχετο , ἵνα δοκῇ πάντα μετ’ ἐκείνου κοινοῦσθαι , καὶ ἅμα βουλόμενος αὐτῷ τιμιώτερός τε εἶναι καὶ ἐνδείκνυσθαι ὅτι καὶ στρατηγὸς ἤδη ᾕρηται καὶ εὖ καὶ κακῶς οἷός τέ ἐστιν αὐτὸν [ ἤδη ] ποιεῖν . ξυνέβαινε δὲ τῷ Ἀλκιβιάδῃ τῷ μὲν Τισσαφέρνει τοὺς Ἀθηναίους φοβεῖν , ἐκείνοις δὲ τὸν Τισσαφέρνην .
8.83.1 οἱ δὲ Πελοποννήσιοι ἐν τῇ Μιλήτῳ πυνθανόμενοι τὴν τοῦ Ἀλκιβιάδου κάθοδον , καὶ πρότερον τῷ Τισσαφέρνει ἀπιστοῦντες πολλῷ δὴ μᾶλλον ἔτι διεβέβληντο .