8.23.1 Ἀστύοχος δὲ Λακεδαιμόνιος ναύαρχος τέσσαρσι ναυσίν , ὥσπερ ὥρμητο , πλέων ἐκ τῶν Κεγχρειῶν ἀφικνεῖται ἐς Χίον . καὶ τρίτην ἡμέραν αὐτοῦ ἥκοντος αἱ Ἀττικαὶ νῆες πέντε καὶ εἴκοσιν ἔπλεον ἐς Λέσβον , ὧν ἦρχε Λέων καὶ Διομέδων · Λέων γὰρ ὕστερον δέκα ναυσὶ προσεβοήθησεν ἐκ τῶν Ἀθηνῶν .
8.23.2 ἀναγαγόμενος δὲ καὶ Ἀστύοχος τῇ αὐτῇ ἡμέρᾳ ἐς ὀψὲ καὶ προσλαβὼν Χίαν ναῦν μίαν ἔπλει ἐς τὴν Λέσβον , ὅπως ὠφελοίη , εἴ τι δύναιτο . καὶ ἀφικνεῖται ἐς τὴν Πύρραν , ἐκεῖθεν δὲ τῇ ὑστεραίᾳ ἐς Ἔρεσον , ἔνθα πυνθάνεται ὅτι Μυτιλήνη ὑπὸ τῶν Ἀθηναίων αὐτοβοεὶ ἑάλωκεν ·
8.23.3 οἱ γὰρ Ἀθηναῖοι ὥσπερ ἔπλεον ἀπροσδόκητοι κατασχόντες ἐς τὸν λιμένα τῶν τε Χίων νεῶν ἐκράτησαν καὶ ἀποβάντες τοὺς ἀντιστάντας μάχῃ νικήσαντες τὴν πόλιν ἔσχον .
8.23.4 πυνθανόμενος Ἀστύοχος τῶν τε Ἐρεσίων καὶ τῶν ἐκ τῆς Μηθύμνης μετ’ Εὐβούλου Χίων νεῶν , αἳ τότε καταλειφθεῖσαι καὶ ὡς Μυτιλήνη ἑάλω φεύγουσαι περιέτυχον αὐτῷ τρεῖς ( μία γὰρ ἑάλω ὑπὸ τῶν Ἀθηναίων ) , οὐκέτι ἐπὶ τὴν Μυτιλήνην ὥρμησεν , ἀλλὰ τὴν Ἔρεσον ἀποστήσας καὶ ὁπλίσας , καὶ τοὺς ἀπὸ τῶν ἑαυτοῦ νεῶν ὁπλίτας πεζῇ παραπέμπει ἐπὶ τὴν Ἄντισσαν καὶ Μήθυμναν ἄρχοντα Ἐτεόνικον προστάξας · καὶ αὐτὸς ταῖς τε μεθ’ ἑαυτοῦ ναυσὶ καὶ ταῖς τρισὶ ταῖς Χίαις παρέπλει , ἐλπίζων τοὺς Μηθυμναίους θαρσήσειν τε ἰδόντας σφᾶς καὶ ἐμμενεῖν τῇ ἀποστάσει .