8.21.1 ἐγένετο δὲ κατὰ τὸν χρόνον τοῦτον καὶ ἐν Σάμῳ ἐπανάστασις ὑπὸ τοῦ δήμου τοῖς δυνατοῖς μετὰ Ἀθηναίων , οἳ ἔτυχον ἐν τρισὶ ναυσὶ παρόντες . καὶ δῆμος Σαμίων ἐς διακοσίους μέν τινας τοὺς πάντας τῶν δυνατωτάτων ἀπέκτεινε , τετρακοσίους δὲ φυγῇ ζημιώσαντες καὶ αὐτοὶ τὴν γῆν αὐτῶν καὶ οἰκίας νειμάμενοι , Ἀθηναίων τε σφίσιν αὐτονομίαν μετὰ ταῦτα ὡς βεβαίοις ἤδη ψηφισαμένων , τὰ λοιπὰ διῴκουν τὴν πόλιν , καὶ τοῖς γεωμόροις μετεδίδοσαν οὔτε ἄλλου οὐδενὸς οὔτε ἐκδοῦναι οὐδ’ ἀγαγέσθαι παρ’ ἐκείνων οὐδ’ ἐς ἐκείνους οὐδενὶ ἔτι τοῦ δήμου ἐξῆν .
8.22.1 μετὰ δὲ ταῦτα τοῦ αὐτοῦ θέρους οἱ Χῖοι , ὥσπερ ἤρξαντο , οὐδὲν ἀπολείποντες προθυμίας , ἄνευ τε Πελοποννησίων πλήθει παρόντες ἀποστῆσαι τὰς πόλεις καὶ βουλόμενοι ἅμα ὡς πλείστους σφίσι ξυγκινδυνεύειν , στρατεύονται αὐτοί τε τρισκαίδεκα ναυσὶν ἐπὶ τὴν Λέσβον , ὥσπερ εἴρητο ὑπὸ τῶν Λακεδαιμονίων δεύτερον ἐπ’ αὐτὴν ἰέναι καὶ ἐκεῖθεν ἐπὶ τὸν Ἑλλήσποντον , καὶ πεζὸς ἅμα Πελοποννησίων τε τῶν παρόντων καὶ τῶν αὐτόθεν ξυμμάχων παρῄει ἐπὶ Κλαζομενῶν τε καὶ Κύμης · ἦρχε δ’ αὐτοῦ Εὐάλας Σπαρτιάτης , τῶν δὲ νεῶν Δεινιάδας περίοικος .
8.22.2 καὶ αἱ μὲν νῆες καταπλεύσασαι Μήθυμναν πρῶτον ἀφιστᾶσι , καὶ καταλείπονται τέσσαρες νῆες ἐν αὐτῇ · καὶ αὖθις αἱ λοιπαὶ Μυτιλήνην ἀφιστᾶσιν .