7.70.3 πολλὴ μὲν γὰρ ἑκατέροις προθυμία ἀπὸ τῶν ναυτῶν ἐς τὸ ἐπιπλεῖν ὁπότε κελευσθείη ἐγίγνετο , πολλὴ δὲ ἀντιτέχνησις τῶν κυβερνητῶν καὶ ἀγωνισμὸς πρὸς ἀλλήλους · οἵ τε ἐπιβάται ἐθεράπευον , ὁπότε προσπέσοι ναῦς νηί , μὴ λείπεσθαι τὰ ἀπὸ τοῦ καταστρώματος τῆς ἄλλης τέχνης · πᾶς τέ τις ἐν προσετέτακτο αὐτὸς ἕκαστος ἠπείγετο πρῶτος φαίνεσθαι .
7.70.4 ξυμπεσουσῶν δὲ ἐν ὀλίγῳ πολλῶν νεῶν ( πλεῖσται γὰρ δὴ αὗται ἐν ἐλαχίστῳ ἐναυμάχησαν · βραχὺ γὰρ ἀπέλιπον ξυναμφότεραι διακόσιαι γενέσθαι ) αἱ μὲν ἐμβολαὶ διὰ τὸ μὴ εἶναι τὰς ἀνακρούσεις καὶ διέκπλους ὀλίγαι ἐγίγνοντο , αἱ δὲ προσβολαί , ὡς τύχοι ναῦς νηὶ προσπεσοῦσα διὰ τὸ φεύγειν ἄλλῃ ἐπιπλέουσα , πυκνότεραι ἦσαν .
7.70.5 καὶ ὅσον μὲν χρόνον προσφέροιτο ναῦς , οἱ ἀπὸ τῶν καταστρωμάτων τοῖς ἀκοντίοις καὶ τοξεύμασι καὶ λίθοις ἀφθόνως ἐπ’ αὐτὴν ἐχρῶντο · ἐπειδὴ δὲ προσμείξειαν , οἱ ἐπιβάται ἐς χεῖρας ἰόντες ἐπειρῶντο ταῖς ἀλλήλων ναυσὶν ἐπιβαίνειν .
7.70.6 ξυνετύγχανέ τε πολλαχοῦ διὰ τὴν στενοχωρίαν τὰ μὲν ἄλλοις ἐμβεβληκέναι , τὰ δὲ αὐτοὺς ἐμβεβλῆσθαι , δύο τε περὶ μίαν καὶ ἔστιν καὶ πλείους ναῦς κατ’ ἀνάγκην ξυνηρτῆσθαι , καὶ τοῖς κυβερνήταις τῶν μὲν φυλακήν , τῶν δ’ ἐπιβουλήν , μὴ καθ’ ἓν ἕκαστον , κατὰ πολλὰ δὲ πανταχόθεν , περιεστάναι , καὶ τὸν κτύπον μέγαν ἀπὸ πολλῶν νεῶν ξυμπιπτουσῶν ἔκπληξίν τε ἅμα καὶ ἀποστέρησιν τῆς ἀκοῆς ὧν οἱ κελευσταὶ φθέγγοιντο παρέχειν .