7.69.3 καὶ μὲν οὐχ ἱκανὰ μᾶλλον καὶ ἀναγκαῖα νομίσας παρῃνῆσθαι , ἀποχωρήσας ἦγε τὸν πεζὸν πρὸς τὴν θάλασσαν καὶ παρέταξεν ὡς ἐπὶ πλεῖστον ἐδύνατο , ὅπως ὅτι μεγίστη τοῖς ἐν ταῖς ναυσὶν ὠφελία ἐς τὸ θαρσεῖν γίγνοιτο ·
7.69.4 δὲ Δημοσθένης καὶ Μένανδρος καὶ Εὐθύδημος ( οὗτοι γὰρ ἐπὶ τὰς ναῦς τῶν Ἀθηναίων στρατηγοὶ ἐπέβησαν ) ἄραντες ἀπὸ τοῦ ἑαυτῶν στρατοπέδου εὐθὺς ἔπλεον πρὸς τὸ ζεῦγμα τοῦ λιμένος καὶ τὸν παραλειφθέντα διέκπλουν , βουλόμενοι βιάσασθαι ἐς τὸ ἔξω .
7.70.1 προεξαγαγόμενοι δὲ οἱ Συρακόσιοι καὶ οἱ ξύμμαχοι ναυσὶ παραπλησίαις τὸν ἀριθμὸν καὶ πρότερον , κατά τε τὸν ἔκπλουν μέρει αὐτῶν ἐφύλασσον καὶ κατὰ τὸν ἄλλον κύκλῳ λιμένα , ὅπως πανταχόθεν ἅμα προσπίπτοιεν τοῖς Ἀθηναίοις , καὶ πεζὸς ἅμα αὐτοῖς παρεβοήθει ᾗπερ καὶ αἱ νῆες κατίσχοιεν . ἦρχον δὲ τοῦ ναυτικοῦ τοῖς Συρακοσίοις Σικανὸς μὲν καὶ Ἀγάθαρχος , κέρας ἑκάτερος τοῦ παντὸς ἔχων , Πυθὴν δὲ καὶ οἱ Κορίνθιοι τὸ μέσον .
7.70.2 ἐπειδὴ δὲ οἱ ἄλλοι Ἀθηναῖοι προσέμισγον τῷ ζεύγματι , τῇ μὲν πρώτῃ ῥύμῃ ἐπιπλέοντες ἐκράτουν τῶν τεταγμένων νεῶν πρὸς αὐτῷ καὶ ἐπειρῶντο λύειν τὰς κλῄσεις · μετὰ δὲ τοῦτο πανταχόθεν σφίσι τῶν Συρακοσίων καὶ ξυμμάχων ἐπιφερομένων οὐ πρὸς τῷ ζεύγματι ἔτι μόνον ναυμαχία , ἀλλὰ καὶ κατὰ τὸν λιμένα ἐγίγνετο , καὶ ἦν καρτερὰ καὶ οἵα οὐχ ἑτέρα τῶν προτέρων .