7.62.1 " δὲ ἀρωγὰ ἐνείδομεν ἐπὶ τῇ τοῦ λιμένος στενότητι πρὸς τὸν μέλλοντα ὄχλον τῶν νεῶν ἔσεσθαι καὶ πρὸς τὴν ἐκείνων ἐπὶ τῶν καταστρωμάτων παρασκευήν , οἷς πρότερον ἐβλαπτόμεθα , πάντα καὶ ἡμῖν νῦν ἐκ τῶν παρόντων μετὰ τῶν κυβερνητῶν ἐσκεμμένα ἡτοίμασται .
7.62.2 καὶ γὰρ τοξόται πολλοὶ καὶ ἀκοντισταὶ ἐπιβήσονται καὶ ὄχλος , ναυμαχίαν μὲν ποιούμενοι ἐν πελάγει οὐκ ἂν ἐχρώμεθα διὰ τὸ βλάπτειν ἂν τὸ τῆς ἐπιστήμης τῇ βαρύτητι τῶν νεῶν , ἐν δὲ τῇ ἐνθάδε ἠναγκασμένῃ ἀπὸ τῶν νεῶν πεζομαχίᾳ πρόσφορα ἔσται .
7.62.3 ηὕρηται δ’ ἡμῖν ὅσα χρὴ ἀντιναυπηγῆσαι , καὶ πρὸς τὰς τῶν ἐπωτίδων αὐτοῖς παχύτητας , ᾧπερ δὴ μάλιστα ἐβλαπτόμεθα , χειρῶν σιδηρῶν ἐπιβολαί , αἳ σχήσουσι τὴν πάλιν ἀνάκρουσιν τῆς προσπεσούσης νεώς , ἢν τὰ ἐπὶ τούτοις οἱ ἐπιβάται ὑπουργῶσιν .
7.62.4 ἐς τοῦτο γὰρ δὴ ἠναγκάσμεθα ὥστε πεζομαχεῖν ἀπὸ τῶν νεῶν , καὶ τὸ μήτε αὐτοὺς ἀνακρούεσθαι μήτ’ ἐκείνους ἐᾶν ὠφέλιμον φαίνεται , ἄλλως τε καὶ τῆς γῆς , πλὴν ὅσον ἂν πεζὸς ἡμῶν ἐπέχῃ , πολεμίας οὔσης .
7.63.1 " ὧν χρὴ μεμνημένους διαμάχεσθαι ὅσον ἂν δύνησθε καὶ μὴ ἐξωθεῖσθαι ἐς αὐτήν , ἀλλὰ ξυμπεσούσης νηὶ νεὼς μὴ πρότερον ἀξιοῦν ἀπολύεσθαι τοὺς ἀπὸ τοῦ πολεμίου καταστρώματος ὁπλίτας ἀπαράξητε .
7.63.2 καὶ ταῦτα τοῖς ὁπλίταις οὐχ ἧσσον τῶν ναυτῶν παρακελεύομαι , ὅσῳ τῶν ἄνωθεν μᾶλλον τὸ ἔργον τοῦτο · ὑπάρχει δ’ ἡμῖν ἔτι νῦν γε τὰ πλείω τῷ πεζῷ ἐπικρατεῖν .