7.60.4 καὶ ξυνεπληρώθησαν νῆες αἱ πᾶσαι δέκα μάλιστα καὶ ἑκατόν · τοξότας τε ἐπ’ αὐτὰς πολλοὺς καὶ ἀκοντιστὰς τῶν τε Ἀκαρνάνων καὶ τῶν ἄλλων ξένων ἐσεβίβαζον , καὶ τἆλλα ὡς οἷόν τ’ ἦν ἐξ ἀναγκαίου τε καὶ τοιαύτης διανοίας ἐπορίσαντο .
7.60.5 δὲ Νικίας , ἐπειδὴ τὰ πολλὰ ἑτοῖμα ἦν , ὁρῶν τοὺς στρατιώτας τῷ τε παρὰ τὸ εἰωθὸς πολὺ ταῖς ναυσὶ κρατηθῆναι ἀθυμοῦντας καὶ διὰ τὴν τῶν ἐπιτηδείων σπάνιν ὡς τάχιστα βουλομένους διακινδυνεύειν , ξυγκαλέσας ἅπαντας παρεκελεύσατό τε πρῶτον καὶ ἔλεξε τοιάδε .
7.61.1 " ἄνδρες στρατιῶται Ἀθηναίων τε καὶ τῶν ἄλλων ξυμμάχων , μὲν ἀγὼν μέλλων ὁμοίως κοινὸς ἅπασιν ἔσται περί τε σωτηρίας καὶ πατρίδος ἑκάστοις οὐχ ἧσσον τοῖς πολεμίοις · ἢν γὰρ κρατήσωμεν νῦν ταῖς ναυσίν , ἔστι τῳ τὴν ὑπάρχουσάν που οἰκείαν πόλιν ἐπιδεῖν .
7.61.2 ἀθυμεῖν δὲ οὐ χρὴ οὐδὲ πάσχειν ὅπερ οἱ ἀπειρότατοι τῶν ἀνθρώπων , οἳ τοῖς πρώτοις ἀγῶσι σφαλέντες ἔπειτα διὰ παντὸς τὴν ἐλπίδα τοῦ φόβου ὁμοίαν ταῖς ξυμφοραῖς ἔχουσιν .
7.61.3 ἀλλ’ ὅσοι τε Ἀθηναίων πάρεστε , πολλῶν ἤδη πολέμων ἔμπειροι ὄντες , καὶ ὅσοι τῶν ξυμμάχων , ξυστρατευόμενοι αἰεί , μνήσθητε τῶν ἐν τοῖς πολέμοις παραλόγων , καὶ τὸ τῆς τύχης κἂν μεθ’ ἡμῶν ἐλπίσαντες στῆναι καὶ ὡς ἀναμαχούμενοι ἀξίως τοῦδε τοῦ πλήθους , ὅσον αὐτοὶ ὑμῶν αὐτῶν ἐφορᾶτε , παρασκευάζεσθε .