7.26.3 καὶ μὲν Δημοσθένης εὐθὺς ἐπειδὴ ξυγκατέλαβε τὸ χωρίον παρέπλει ἐπὶ τῆς Κερκύρας , ὅπως καὶ τῶν ἐκεῖθεν ξυμμάχων παραλαβὼν τὸν ἐς τὴν Σικελίαν πλοῦν ὅτι τάχιστα ποιῆται · δὲ Χαρικλῆς περιμείνας ἕως τὸ χωρίον ἐξετείχισε καὶ καταλιπὼν φυλακὴν αὐτοῦ ἀπεκομίζετο καὶ αὐτὸς ὕστερον ταῖς τριάκοντα ναυσὶν ἐπ’ οἴκου καὶ οἱ Ἀργεῖοι ἅμα .
7.27.1 ἀφίκοντο δὲ καὶ Θρᾳκῶν τῶν μαχαιροφόρων τοῦ Διακοῦ γένους ἐς τὰς Ἀθήνας πελτασταὶ ἐν τῷ αὐτῷ θέρει τούτῳ τριακόσιοι καὶ χίλιοι , οὓς ἔδει τῷ Δημοσθένει ἐς τὴν Σικελίαν ξυμπλεῖν .
7.27.2 οἱ δ’ Ἀθηναῖοι , ὡς ὕστεροι ἧκον , διενοοῦντο αὐτοὺς πάλιν ὅθεν ἦλθον ἐς Θρᾴκην ἀποπέμπειν . τὸ γὰρ ἔχειν πρὸς τὸν ἐκ τῆς Δεκελείας πόλεμον αὐτοὺς πολυτελὲς ἐφαίνετο · δραχμὴν γὰρ τῆς ἡμέρας ἕκαστος ἐλάμβανεν .
7.27.3 ἐπειδὴ γὰρ Δεκέλεια τὸ μὲν πρῶτον ὑπὸ πάσης τῆς στρατιᾶς ἐν τῷ θέρει τούτῳ τειχισθεῖσα , ὕστερον δὲ φρουραῖς ἀπὸ τῶν πόλεων κατὰ διαδοχὴν χρόνου ἐπιούσαις τῇ χώρᾳ ἐπῳκεῖτο , πολλὰ ἔβλαπτε τοὺς Ἀθηναίους , καὶ ἐν τοῖς πρῶτον χρημάτων τ’ ὀλέθρῳ καὶ ἀνθρώπων φθορᾷ ἐκάκωσε τὰ πράγματα .
7.27.4 πρότερον μὲν γὰρ βραχεῖαι γιγνόμεναι αἱ ἐσβολαὶ τὸν ἄλλον χρόνον τῆς γῆς ἀπολαύειν οὐκ ἐκώλυον · τότε δὲ ξυνεχῶς ἐπικαθημένων , καὶ ὁτὲ μὲν καὶ πλεόνων ἐπιόντων , ὁτὲ δ’ ἐξ ἀνάγκης τῆς ἴσης φρουρᾶς καταθεούσης τε τὴν χώραν καὶ λῃστείας ποιουμένης , βασιλέως τε παρόντος τοῦ τῶν Λακεδαιμονίων Ἄγιδος , ὃς οὐκ ἐκ παρέργου τὸν πόλεμον ἐποιεῖτο , μεγάλα οἱ Ἀθηναῖοι ἐβλάπτοντο .