7.25.9 ἔπεμψαν δὲ καὶ ἐς τὰς πόλεις πρέσβεις οἱ Συρακόσιοι Κορινθίων καὶ Ἀμπρακιωτῶν καὶ Λακεδαιμονίων , ἀγγέλλοντας τήν τε τοῦ Πλημμυρίου λῆψιν καὶ τῆς ναυμαχίας πέρι ὡς οὐ τῇ τῶν πολεμίων ἰσχύι μᾶλλον τῇ σφετέρᾳ ταραχῇ ἡσσηθεῖεν , τά τε ἄλλα [ αὖ ] δηλώσοντας ὅτι ἐν ἐλπίσιν εἰσὶ καὶ ἀξιώσοντας ξυμβοηθεῖν ἐπ’ αὐτοὺς καὶ ναυσὶ καὶ πεζῷ , ὡς καὶ τῶν Ἀθηναίων προσδοκίμων ὄντων ἄλλῃ στρατιᾷ καί , ἢν φθάσωσιν αὐτοὶ πρότερον διαφθείραντες τὸ παρὸν στράτευμα αὐτῶν , διαπεπολεμησόμενον . καὶ οἱ μὲν ἐν τῇ Σικελίᾳ ταῦτα ἔπρασσον .
7.26.1 δὲ Δημοσθένης , ἐπεὶ ξυνελέγη αὐτῷ τὸ στράτευμα ἔδει ἔχοντα ἐς τὴν Σικελίαν βοηθεῖν , ἄρας ἐκ τῆς Αἰγίνης καὶ πλεύσας πρὸς τὴν Πελοπόννησον τῷ τε Χαρικλεῖ καὶ ταῖς τριάκοντα ναυσὶ τῶν Ἀθηναίων ξυμμίσγει , καὶ παραλαβόντες τῶν Ἀργείων ὁπλίτας ἐπὶ τὰς ναῦς ἔπλεον ἐς τὴν Λακωνικήν ·
7.26.2 καὶ πρῶτον μὲν τῆς Ἐπιδαύρου τι τῆς Λιμηρᾶς ἐδῄωσαν , ἔπειτα σχόντες ἐς τὰ καταντικρὺ Κυθήρων τῆς Λακωνικῆς , ἔνθα τὸ ἱερὸν τοῦ Ἀπόλλωνός ἐστι , τῆς τε γῆς ἔστιν ἐδῄωσαν καὶ ἐτείχισαν ἰσθμῶδές τι χωρίον , ἵνα δὴ οἵ τε Εἵλωτες τῶν Λακεδαιμονίων αὐτόσε αὐτομολῶσι καὶ ἅμα λῃσταὶ ἐξ αὐτοῦ , ὥσπερ ἐκ τῆς Πύλου , ἁρπαγὴν ποιῶνται .