7.24.1 οἱ δὲ Συρακόσιοι κατὰ μὲν τὴν ναυμαχίαν οὕτως ἐπεπράγεσαν , τὰ δ’ ἐν τῷ Πλημμυρίῳ τείχη εἶχον , καὶ τροπαῖα ἔστησαν αὐτῶν τρία . καὶ τὸ μὲν ἕτερον τοῖν δυοῖν τειχοῖν τοῖν ὕστερον ληφθέντοιν κατέβαλον , τὰ δὲ δύο ἐπισκευάσαντες ἐφρούρουν .
7.24.2 ἄνθρωποι δ’ ἐν τῶν τειχῶν τῇ ἁλώσει ἀπέθανον καὶ ἐζωγρήθησαν πολλοί , καὶ χρήματα πολλὰ τὰ ξύμπαντα ἑάλω · ὥσπερ γὰρ ταμιείῳ χρωμένων τῶν Ἀθηναίων τοῖς τείχεσι πολλὰ μὲν ἐμπόρων χρήματα καὶ σῖτος ἐνῆν , πολλὰ δὲ καὶ τῶν τριηράρχων , ἐπεὶ καὶ ἱστία τεσσαράκοντα τριήρων καὶ τἆλλα σκεύη ἐγκατελήφθη καὶ τριήρεις ἀνειλκυσμέναι τρεῖς .
7.24.3 μέγιστόν τε καὶ ἐν τοῖς πρῶτον ἐκάκωσε τὸ στράτευμα τὸ τῶν Ἀθηναίων τοῦ Πλημμυρίου λῆψις · οὐ γὰρ ἔτι οὐδ’ οἱ ἔσπλοι ἀσφαλεῖς ἦσαν τῆς ἐπαγωγῆς τῶν ἐπιτηδείων ( οἱ γὰρ Συρακόσιοι ναυσὶν αὐτόθι ἐφορμοῦντες ἐκώλυον , καὶ διὰ μάχης ἤδη ἐγίγνοντο αἱ ἐσκομιδαί ) , ἔς τε τἆλλα κατάπληξιν παρέσχε καὶ ἀθυμίαν τῷ στρατεύματι .
7.25.1 μετὰ δὲ τοῦτο ναῦς τε ἐκπέμπουσι δώδεκα οἱ Συρακόσιοι καὶ Ἀγάθαρχον ἐπ’ αὐτῶν Συρακόσιον ἄρχοντα . καὶ αὐτῶν μία μὲν ἐς Πελοπόννησον ᾤχετο , πρέσβεις ἄγουσα οἵπερ τά τε σφέτερα φράσουσιν ὅτι ἐν ἐλπίσιν εἰσὶ καὶ τὸν ἐκεῖ πόλεμον ἔτι μᾶλλον ἐποτρυνοῦσι γίγνεσθαι · αἱ δ’ ἕνδεκα νῆες πρὸς τὴν Ἰταλίαν ἔπλευσαν , πυνθανόμεναι πλοῖα τοῖς Ἀθηναίοις γέμοντα χρημάτων προσπλεῖν .
7.25.2 καὶ τῶν τε πλοίων ἐπιτυχοῦσαι τὰ πολλὰ διέφθειραν καὶ ξύλα ναυπηγήσιμα ἐν τῇ Καυλωνιάτιδι κατέκαυσαν , τοῖς Ἀθηναίοις ἑτοῖμα ἦν .