7.23.1 ἐν τούτῳ δ’ Γύλιππος τῶν ἐν τῷ Πλημμυρίῳ Ἀθηναίων πρὸς τὴν θάλασσαν ἐπικαταβάντων καὶ τῇ ναυμαχίᾳ τὴν γνώμην προσεχόντων φθάνει προσπεσὼν ἅμα τῇ ἕῳ αἰφνιδίως τοῖς τείχεσι , καὶ αἱρεῖ τὸ μέγιστον πρῶτον , ἔπειτα δὲ καὶ τὰ ἐλάσσω δύο , οὐχ ὑπομεινάντων τῶν φυλάκων , ὡς εἶδον τὸ μέγιστον ῥᾳδίως ληφθέν .
7.23.2 καὶ ἐκ μὲν τοῦ πρώτου ἁλόντος χαλεπῶς οἱ ἄνθρωποι , ὅσοι καὶ ἐς τὰ πλοῖα καὶ ὁλκάδα τινὰ κατέφυγον , ἐς τὸ στρατόπεδον ἐξεκομίζοντο · τῶν γὰρ Συρακοσίων ταῖς ἐν τῷ μεγάλῳ λιμένι ναυσὶ κρατούντων τῇ ναυμαχίᾳ ὑπὸ τριήρους μιᾶς καὶ εὖ πλεούσης ἐπεδιώκοντο · ἐπειδὴ δὲ τὰ δύο τειχίσματα ἡλίσκετο , ἐν τούτῳ καὶ οἱ Συρακόσιοι ἐτύγχανον ἤδη νικώμενοι καὶ οἱ ἐξ αὐτῶν φεύγοντες ῥᾷον παρέπλευσαν .
7.23.3 αἱ γὰρ τῶν Συρακοσίων αἱ πρὸ τοῦ στόματος νῆες ναυμαχοῦσαι βιασάμεναι τὰς τῶν Ἀθηναίων ναῦς οὐδενὶ κόσμῳ ἐσέπλεον , καὶ ταραχθεῖσαι περὶ ἀλλήλας παρέδοσαν τὴν νίκην τοῖς Ἀθηναίοις · ταύτας τε γὰρ ἔτρεψαν καὶ ὑφ’ ὧν τὸ πρῶτον ἐνικῶντο ἐν τῷ λιμένι .
7.23.4 καὶ ἕνδεκα μὲν ναῦς τῶν Συρακοσίων κατέδυσαν , καὶ τοὺς πολλοὺς τῶν ἀνθρώπων ἀπέκτειναν , πλὴν ὅσον ἐκ τριῶν νεῶν οὓς ἐζώγρησαν · τῶν δὲ σφετέρων τρεῖς νῆες διεφθάρησαν . τὰ δὲ ναυάγια ἀνελκύσαντες τῶν Συρακοσίων καὶ τροπαῖον ἐν τῷ νησιδίῳ στήσαντες τῷ πρὸ τοῦ Πλημμυρίου , ἀνεχώρησαν ἐς τὸ ἑαυτῶν στρατόπεδον .