7.3.4 τῇ δ’ ὑστεραίᾳ ἄγων τὴν μὲν πλείστην τῆς στρατιᾶς παρέταξε πρὸς τὰ τείχη τῶν Ἀθηναίων , ὅπως μὴ ἐπιβοηθοῖεν ἄλλοσε , μέρος δέ τι πέμψας πρὸς τὸ φρούριον τὸ Λάβδαλον αἱρεῖ , καὶ ὅσους ἔλαβεν ἐν αὐτῷ πάντας ἀπέκτεινεν · ἦν δὲ οὐκ ἐπιφανὲς τοῖς Ἀθηναίοις τὸ χωρίον .
7.3.5 καὶ τριήρης τῇ αὐτῇ ἡμέρᾳ ἁλίσκεται τῶν Ἀθηναίων ὑπὸ τῶν Συρακοσίων ἐφορμοῦσα τῷ λιμένι .
7.4.1 καὶ μετὰ ταῦτα ἐτείχιζον οἱ Συρακόσιοι καὶ οἱ ξύμμαχοι διὰ τῶν Ἐπιπολῶν ἀπὸ τῆς πόλεως ἀρξάμενοι ἄνω πρὸς τὸ ἐγκάρσιον τεῖχος ἁπλοῦν , ὅπως οἱ Ἀθηναῖοι , εἰ μὴ δύναιντο κωλῦσαι , μηκέτι οἷοί τε ὦσιν ἀποτειχίσαι .
7.4.2 καὶ οἵ τε Ἀθηναῖοι ἀνεβεβήκεσαν ἤδη ἄνω , τὸ ἐπὶ θαλάσσῃ τεῖχος ἐπιτελέσαντες , καὶ Γύλιππος ( ἦν γάρ τι τοῖς Ἀθηναίοις τοῦ τείχους ἀσθενές ) νυκτὸς ἀναλαβὼν τὴν στρατιὰν ἐπῄει πρὸς αὐτό .
7.4.3 οἱ δ’ Ἀθηναῖοι ( ἔτυχον γὰρ ἔξω αὐλιζόμενοι ) ὡς ᾔσθοντο , ἀντεπῇσαν · δὲ γνοὺς κατὰ τάχος ἀπήγαγε τοὺς σφετέρους πάλιν . ἐποικοδομήσαντες δὲ αὐτὸ οἱ Ἀθηναῖοι ὑψηλότερον αὐτοὶ μὲν ταύτῃ ἐφύλασσον , τοὺς δὲ ἄλλους ξυμμάχους κατὰ τὸ ἄλλο τείχισμα ἤδη διέταξαν , ᾗπερ ἔμελλον ἕκαστοι φρουρεῖν .