7.2.4 ἔτυχε δὲ κατὰ τοῦτο τοῦ καιροῦ ἐλθὼν ἐν ἑπτὰ μὲν ὀκτὼ σταδίων ἤδη ἀπετετέλεστο τοῖς Ἀθηναίοις ἐς τὸν μέγαν λιμένα διπλοῦν τεῖχος , πλὴν κατὰ βραχύ τι τὸ πρὸς τὴν θάλασσαν ( τοῦτο δ’ ἔτι ᾠκοδόμουν ) , τῷ δὲ ἄλλῳ τοῦ κύκλου πρὸς τὸν Τρωγίλον ἐπὶ τὴν ἑτέραν θάλασσαν λίθοι τε παραβεβλημένοι τῷ πλέονι ἤδη ἦσαν , καὶ ἔστιν καὶ ἡμίεργα , τὰ δὲ καὶ ἐξειργασμένα κατελέλειπτο . παρὰ τοσοῦτον μὲν αἱ Συράκουσαι ἦλθον κινδύνου .
7.3.1 οἱ δὲ Ἀθηναῖοι αἰφνιδίως τοῦ τε Γυλίππου καὶ τῶν Συρακοσίων σφίσιν ἐπιόντων ἐθορυβήθησαν μὲν τὸ πρῶτον , παρετάξαντο δέ . δὲ θέμενος τὰ ὅπλα ἐγγὺς κήρυκα προσπέμπει αὐτοῖς λέγοντα , εἰ βούλονται ἐξιέναι ἐκ τῆς Σικελίας πέντε ἡμερῶν λαβόντες τὰ σφέτερα αὐτῶν , ἑτοῖμος εἶναι σπένδεσθαι .
7.3.2 οἱ δ’ ἐν ὀλιγωρίᾳ τε ἐποιοῦντο καὶ οὐδὲν ἀποκρινάμενοι ἀπέπεμψαν . καὶ μετὰ τοῦτο ἀντιπαρεσκευάζοντο ἀλλήλοις ὡς ἐς μάχην .
7.3.3 καὶ Γύλιππος ὁρῶν τοὺς Συρακοσίους ταρασσομένους καὶ οὐ ῥᾳδίως ξυντασσομένους , ἐπανῆγε τὸ στρατόπεδον ἐς τὴν εὐρυχωρίαν μᾶλλον . καὶ Νικίας οὐκ ἐπῆγε τοὺς Ἀθηναίους , ἀλλ’ ἡσύχαζε πρὸς τῷ ἑαυτῶν τείχει . ὡς δ’ ἔγνω Γύλιππος οὐ προσιόντας αὐτούς , ἀπήγαγε τὴν στρατιὰν ἐπὶ τὴν ἄκραν τὴν Τεμενῖτιν καλουμένην , καὶ αὐτοῦ ηὐλίσαντο .