6.95.1 τοῦ δ’ αὐτοῦ ἦρος καὶ ἐπ’ Ἄργος στρατεύσαντες Λακεδαιμόνιοι μέχρι μὲν Κλεωνῶν ἦλθον , σεισμοῦ δὲ γενομένου ἀπεχώρησαν . καὶ Ἀργεῖοι μετὰ ταῦτα ἐσβαλόντες ἐς τὴν Θυρεᾶτιν ὅμορον οὖσαν λείαν τῶν Λακεδαιμονίων πολλὴν ἔλαβον , ἐπράθη ταλάντων οὐκ ἔλασσον πέντε καὶ εἴκοσι .
6.95.2 καὶ Θεσπιῶν δῆμος ἐν τῷ αὐτῷ θέρει οὐ πολὺ ὕστερον ἐπιθέμενος τοῖς τὰς ἀρχὰς ἔχουσιν οὐ κατέσχεν , ἀλλὰ βοηθησάντων Θηβαίων οἱ μὲν ξυνελήφθησαν , οἱ δ’ ἐξέπεσον Ἀθήναζε .
6.96.1 καὶ οἱ Συρακόσιοι τοῦ αὐτοῦ θέρους , ὡς ἐπύθοντο τούς [ τε ] ἱππέας ἥκοντας τοῖς Ἀθηναίοις καὶ μέλλοντας ἤδη ἐπὶ σφᾶς ἰέναι , νομίσαντες , ἐὰν μὴ τῶν Ἐπιπολῶν κρατήσωσιν οἱ Ἀθηναῖοι , χωρίου ἀποκρήμνου τε καὶ ὑπὲρ τῆς πόλεως εὐθὺς κειμένου , οὐκ ἂν ῥᾳδίως σφᾶς , οὐδ’ εἰ κρατοῖντο μάχῃ , ἀποτειχισθῆναι , διενοοῦντο τὰς προσβάσεις αὐτῶν φυλάσσειν , ὅπως μὴ κατὰ ταύτας λάθωσι σφᾶς ἀναβάντες οἱ πολέμιοι · οὐ γὰρ ἂν ἄλλῃ γε αὐτοὺς δυνηθῆναι .
6.96.2 ἐξήρτηται γὰρ τὸ ἄλλο χωρίον , καὶ μέχρι τῆς πόλεως ἐπικλινές τ’ ἐστὶ καὶ ἐπιφανὲς πᾶν ἔσω · καὶ ὠνόμασται ὑπὸ τῶν Συρακοσίων διὰ τὸ ἐπιπολῆς τοῦ ἄλλου εἶναι Ἐπιπολαί .