6.93.4 ἀφίκετο δὲ καὶ ἐκ τῆς Σικελίας τριήρης τῶν Ἀθηναίων , ἣν ἀπέστειλαν οἱ στρατηγοὶ ἐπί τε χρήματα καὶ ἱππέας . καὶ οἱ Ἀθηναῖοι ἀκούσαντες ἐψηφίσαντο τήν τε τροφὴν πέμπειν τῇ στρατιᾷ καὶ τοὺς ἱππέας . καὶ χειμὼν ἐτελεύτα , καὶ ἕβδομον καὶ δέκατον ἔτος τῷ πολέμῳ ἐτελεύτα τῷδε ὃν Θουκυδίδης ξυνέγραψεν .
6.94.1 ἅμα δὲ τῷ ἦρι εὐθὺς ἀρχομένῳ τοῦ ἐπιγιγνομένου θέρους οἱ ἐν τῇ Σικελίᾳ Ἀθηναῖοι ἄραντες ἐκ τῆς Κατάνης παρέπλευσαν ἐπὶ Μεγάρων τῶν ἐν τῇ Σικελίᾳ , οὓς ἐπὶ Γέλωνος τοῦ τυράννου , ὥσπερ καὶ πρότερόν μοι εἴρηται , ἀναστήσαντες Συρακόσιοι αὐτοὶ ἔχουσι τὴν γῆν .
6.94.2 ἀποβάντες δὲ ἐδῄωσαν τούς [ τε ] ἀγροὺς καὶ ἐλθόντες ἐπὶ ἔρυμά τι τῶν Συρακοσίων καὶ οὐχ ἑλόντες αὖθις καὶ πεζῇ καὶ ναυσὶ παρακομισθέντες ἐπὶ τὸν Τηρίαν ποταμὸν τό τε πεδίον ἀναβάντες ἐδῄουν καὶ τὸν σῖτον ἐνεπίμπρασαν , καὶ τῶν Συρακοσίων περιτυχόντες τισὶν οὐ πολλοῖς καὶ ἀποκτείναντές τέ τινας καὶ τροπαῖον στήσαντες ἀνεχώρησαν ἐπὶ τὰς ναῦς .
6.94.3 καὶ ἀποπλεύσαντες ἐς Κατάνην , ἐκεῖθεν δὲ ἐπισιτισάμενοι , πάσῃ τῇ στρατιᾷ ἐχώρουν ἐπὶ Κεντόριπα , Σικελῶν πόλισμα , καὶ προσαγαγόμενοι ὁμολογίᾳ ἀπῇσαν , πιμπράντες ἅμα τὸν σῖτον τῶν τε Ἰνησσαίων καὶ τῶν Ὑβλαίων .
6.94.4 καὶ ἀφικόμενοι ἐς Κατάνην καταλαμβάνουσι τούς τε ἱππέας ἥκοντας ἐκ τῶν Ἀθηνῶν πεντήκοντα καὶ διακοσίους ἄνευ τῶν ἵππων μετὰ σκευῆς , ὡς αὐτόθεν ἵππων πορισθησομένων , καὶ ἱπποτοξότας τριάκοντα καὶ τάλαντα ἀργυρίου τριακόσια .