6.55.3 οὐ μὴν οὐδ’ ἂν κατασχεῖν μοι δοκεῖ ποτὲ Ἱππίας τὸ παραχρῆμα ῥᾳδίως τὴν τυραννίδα , εἰ Ἵππαρχος μὲν ἐν τῇ ἀρχῇ ὢν ἀπέθανεν , αὐτὸς δὲ αὐθημερὸν καθίστατο · ἀλλὰ καὶ διὰ τὸ πρότερον ξύνηθες τοῖς μὲν πολίταις φοβερόν , ἐς δὲ τοὺς ἐπικούρους ἀκριβές , πολλῷ τῷ περιόντι τοῦ ἀσφαλοῦς κατεκράτησε , καὶ οὐχ ὡς ἀδελφὸς νεώτερος ὢν ἠπόρησεν , ἐν οὐ πρότερον ξυνεχῶς ὡμιλήκει τῇ ἀρχῇ .
6.55.4 Ἱππάρχῳ δὲ ξυνέβη τοῦ πάθους τῇ δυστυχίᾳ ὀνομασθέντα καὶ τὴν δόξαν τῆς τυραννίδος ἐς τὰ ἔπειτα προσλαβεῖν .
6.56.1 τὸν δ’ οὖν Ἁρμόδιον ἀπαρνηθέντα τὴν πείρασιν , ὥσπερ διενοεῖτο , προυπηλάκισεν · ἀδελφὴν γὰρ αὐτοῦ κόρην ἐπαγγείλαντες ἥκειν κανοῦν οἴσουσαν ἐν πομπῇ τινί , ἀπήλασαν λέγοντες οὐδὲ ἐπαγγεῖλαι τὴν ἀρχὴν διὰ τὸ μὴ ἀξίαν εἶναι .
6.56.2 χαλεπῶς δὲ ἐνεγκόντος τοῦ Ἁρμοδίου πολλῷ δὴ μᾶλλον δι’ ἐκεῖνον καὶ Ἀριστογείτων παρωξύνετο . καὶ αὐτοῖς τὰ μὲν ἄλλα πρὸς τοὺς ξυνεπιθησομένους τῷ ἔργῳ ἐπέπρακτο , περιέμενον δὲ Παναθήναια τὰ μεγάλα , ἐν μόνον ἡμέρᾳ οὐχ ὕποπτον ἐγίγνετο ἐν ὅπλοις τῶν πολιτῶν τοὺς τὴν πομπὴν πέμψοντας ἁθρόους γενέσθαι · καὶ ἔδει ἄρξαι μὲν αὐτούς , ξυνεπαμύνειν δὲ εὐθὺς τὰ πρὸς τοὺς δορυφόρους ἐκείνους .
6.56.3 ἦσαν δὲ οὐ πολλοὶ οἱ ξυνομωμοκότες ἀσφαλείας ἕνεκα · ἤλπιζον γὰρ καὶ τοὺς μὴ προειδότας , εἰ καὶ ὁποσοιοῦν τολμήσειαν , ἐκ τοῦ παραχρῆμα ἔχοντάς γε ὅπλα ἐθελήσειν σφᾶς αὐτοὺς ξυνελευθεροῦν .